Europa
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- ἣ δὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι·
- δεῦθ’ ἑτάραι φίλιαι καὶ ὁμήλικες, ὄφρ’ ἐπὶ τῷδε
- ἑζόμεναι ταύρῳ τερπώμεθα· δὴ γὰρ ἁπάσας
- νῶτον ὑποστορέσας ἀναδέξεται, οἷά τ’ ἐνηὴς
- πρηΰς τ’ εἰσιδέειν καὶ μείλιχος, οὐδέ τι ταύροις
- ἄλλοισι προσέοικε· νόος δέ οἱ ἠΰτε φωτὸς
- αἴσιμος ἀμφιθέει, μούνης δ’ ἐπιδεύεται αὐδῆς.
- ὣς φαμένη νώτοισιν ἐφίζανε μειδιόωσα,
- αἱ δ’ ἄλλαι μέλλεσκον. ἄφαρ δ’ ἀνεπήλατο ταῦρος,
- ἣν θέλεν ἁρπάξας· ὠκὺς δ’ ἐπὶ πόντον ἵκανεν.
- ἣ δὲ μεταστρεφθεῖσα φίλας καλέεσκεν ἑταίρας
- χεῖρας ὀρεγνυμένη, ταὶ δ’ οὐκ ἐδύναντο κιχάνειν.
- ἀκτάων δ’ ἐπιβὰς πρόσσω θέεν ἠΰτε δελφὶς
- χηλαῖς ἀβρεκτοῖσιν ἐπ’ εὐρέα κύματα βαίνων.
- ἣ δὲ τότ’ ἐρχομένοιο γαληνιάασκε θάλασσα,
- κήτεα δ’ ἀμφὶς ἄταλλε Διὸς προπάροιθε ποδοῖιν,
- γηθόσυνος δ’ ὑπὲρ οἶδμα κυβίστεε βυσσόθε δελφίς·
- Νηρεΐδες δ’ ἀνέδυσαν ὑπὲξ ἁλός, αἳ δ’ ἄρα πᾶσαι
- κητείοις νώτοισιν ἐφήμεναι ἐστιχόωντο.
- καὶ δ’ αὐτὸς βαρύδουπος ὑπείραλος Ἐννοσίγαιος