GetPassage urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2:121-140 urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2:121-140
κῦμα κατιθύνων ἁλίης ἠγεῖτο κελεύθουαὐτοκασιγνήτῳ· τοὶ δ’ ἀμφί μιν ἠγερέθοντοΤρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες,κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες.ἣ δ’ ἄρ’ ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοιςτῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ’ ἄλλῃεἴρυε πορφυρέην κολποῦ πτύχα, ὄφρά κε μή μινδεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ.κολπώθη δ’ ὤμοισι πέπλος βαθὺς Εὐρωπείης,ἱστίον οἷά τε νηός, ἐλαφρίζεσκε δὲ κούρην. ἣ δ’ ὅτε δὴ γαίης ἀπὸ πατρίδος ἦεν ἄνευθεν,φαίνετο δ’ οὔτ’ ἀκτή τις ἁλίρροθος οὔτ’ ὄρος αἰπύ,ἀλλ’ ἀὴρ μὲν ἄνωθεν, ἔνερθε δὲ πόντος ἀπείρων,ἀμφί ἑ παπτήνασα τόσην ἀνενείκατο φωνήν·πῇ με φέρεις θεόταυρε; τίς ἔπλεο; πῶς δὲ κέλευθαἀργαλἔ εἰλιπόδεσσι διέρχεαι, οὐδὲ θάλασσανδειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομός ἐστι θάλασσαὠκυάλοις, ταῦροι δ’ ἁλίην τρομέουσιν ἀταρπόν.ποῖόν τοι ποτὸν ἡδύ; τίς ἐξ ἁλὸς ἔσσετ’ ἐδωδή;ἦ ἄρα τις θεός ἐσσι· θεοῖς γ’ ἐπεοικότα ῥέζεις.