Europa
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- οὔθ’ ἅλιοι δελφῖνες ἐπὶ χθονὸς οὔτε τι ταῦροι
- ἐν πόντῳ στιχόωσι, σὺ δὲ χθόνα καὶ κατὰ πόντον
- ἄτρομος ἀΐσσεις, χηλαὶ δέ τοί εἰσιν ἐρετμά.
- ἦ τάχα καὶ γλαυκῆς ὑπὲρ ἠέρος ὑψόσ’ ἀερθεὶς
- εἴκελος αἰψηροῖσι πετήσεαι οἰωνοῖσιν.
- ὤμοι ἐγὼ μέγα δή τι δυσάμμορος, ἥ ῥά τε δῶμα
- πατρὸς ἀποπρολιποῦσα καὶ ἑσπομένη βοΐ τῷδε
- ξείνην ναυτιλίην ἐφέπω καὶ πλάζομαι οἴη.
- ἀλλὰ σύ μοι μεδέων πολιῆς ἁλὸς Ἐννοσίγαιε
- ἵλαος ἀντιάσειας, ὃν ἔλπομαι εἰσοράασθαι
- τόνδε κατιθύνοντα πόρον προκέλευθον ἐμεῖο.
- οὐκ ἀθεεὶ γὰρ ταῦτα διέρχομαι ὑγρὰ κέλευθα.
- ὣς φάτο· τὴν δ’ ὧδε προσεφώνεεν ἠΰκερως βοῦς·
- θάρσει παρθενική, μὴ δείδιθι πόντιον οἶδμα.
- αὐτός τοι Ζεύς εἰμι, κεἰ ἐγγύθεν εἴδομαι εἶναι
- ταῦρος· ἐπεὶ δύναμαί γε φανήμεναι ὅττι θέλοιμι.
- σὸς δὲ πόθος μ’ ἀνέηκε τόσην ἅλα μετρήσασθαι
- ταύρῳ ἐειδόμενον· Κρήτη δέ σε δέξεται ἤδη,
- ἥ μ’ ἔθρεψε καὶ αὐτόν, ὅπῃ νυμφήϊα σεῖο
- ἔσσεται· ἐξ ἐμέθεν δὲ κλυτοὺς φιτύσεαι υἷας,