Isthmean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι,
- τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται
- θηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτʼ ἐν Νεμέᾳ·
- θυμὸς δʼ ἑπέσθω. ταῦτʼ ἄρα οἱ φαμένῳ πέμψεν θεὸς
- ἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁδεῖα δʼ ἔνδον νιν ἔκνιξεν χάρις,
- εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ·
- ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών·
- καί νιν ὄρνιχος φανέντος κέκλεʼ ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν
- ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.
- ὣς ἆρα εἰπὼν αὐτίκα
- ἕζετʼ. ἐμοὶ δὲ μακρὸν πάσας ἀν αγήσασθʼ ἀρετάς·
- Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίας
- Πυθέᾳ τε κώμων Εὐθυμένει τε. τὸν Ἀργείων τρόπον
- εἰρήσεταί που κἀν βραχίστοις.
- ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου