Isthmean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- τρεῖς ἀπʼ Ἰσθμοῦ, τὰς δʼ ἀπʼ εὐφύλλου Νεμέας,
- ἀγλαοὶ παῖδές τε καὶ μάτρως· ἀνὰ δʼ ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων·
- τὰν Ψαλυχιδᾶν δὲ πάτραν Χαρίτων
- ἄρδοντι καλλίστᾳ δρόσῳ,
- τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν
- θεοφιλῆ ναίοισι. Λάμπων δὲ μελέταν
- ἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτʼ ἔπος,
- υἱοῖσί τε φράζων παραινεῖ,
- ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων,
- καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται,
- μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων·
- γλῶσσα δʼ οὐκ ἔξω φρενῶν· φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμεν
- Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντʼ ἀκόναν.
- πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι
- χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρʼ εὐτειχέσιν Κάδμου πύλαις.