GetPassage urn:cts:greekLit:tlg0033.tlg004.perseus-grc2:6.46-6.60 urn:cts:greekLit:tlg0033.tlg004.perseus-grc2:6.46-6.60
ἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι, τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται θηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτʼ ἐν Νεμέᾳ·θυμὸς δʼ ἑπέσθω. ταῦτʼ ἄρα οἱ φαμένῳ πέμψεν θεὸς ἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁδεῖα δʼ ἔνδον νιν ἔκνιξεν χάρις, εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ· ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών· καί νιν ὄρνιχος φανέντος κέκλεʼ ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου. ὣς ἆρα εἰπὼν αὐτίκα ἕζετʼ. ἐμοὶ δὲ μακρὸν πάσας ἀν αγήσασθʼ ἀρετάς· Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίας Πυθέᾳ τε κώμων Εὐθυμένει τε. τὸν Ἀργείων τρόπον εἰρήσεταί που κἀν βραχίστοις. ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου