Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων
  2. ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον
  3. Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δʼ οὐ φείσατο
  4. χερσὶν βαρυφθόγγοιο νευρᾶς
  5. Ἡρακλέης. ἀλλʼ Αἰακίδαν καλέων
  6. ἐς πλόον κεῖνον κύρησε δαινυμένων.
  7. τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι
  8. καρτεραίχμαν Ἀμφιτρυωνιάδαν,
  9. ἄνδωκε δʼ αὐτῷ φέρτατος
  10. οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,
  11. ὁ δʼ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους
  12. αὔδασε τοιοῦτον ἔπος· εἴ ποτʼ ἐμάν, ὦ Ζεῦ πάτερ,
  13. θυμῷ ἐθέλων ἀρὰν ἄκουσας,
  14. νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις
  15. λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας