Isthmean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- τάνδʼ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.
- μυρίαι δʼ ἔργων καλῶν τέτμηνθʼ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι,
- καὶ πέραν Νείλοιο παγᾶν καὶ διʼ Ὑπερβορέους·
- οὐδʼ ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις,
- ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν,
- οὐδʼ ἅτις Αἴαντος Τελαμωνιάδα
- καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον
- ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον,
- Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν
- ἐν ναυσὶν Ἀλκμήνας τέκος.
- εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων
- ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον
- Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δʼ οὐ φείσατο
- χερσὶν βαρυφθόγγοιο νευρᾶς
- Ἡρακλέης. ἀλλʼ Αἰακίδαν καλέων
- ἐς πλόον κεῖνον κύρησε δαινυμένων.
- τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι
- καρτεραίχμαν Ἀμφιτρυωνιάδαν,
- ἄνδωκε δʼ αὐτῷ φέρτατος
- οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,