Isthmean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- ὁ δʼ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους
- αὔδασε τοιοῦτον ἔπος· εἴ ποτʼ ἐμάν, ὦ Ζεῦ πάτερ,
- θυμῷ ἐθέλων ἀρὰν ἄκουσας,
- νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις
- λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας
- ἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι,
- τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται
- θηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτʼ ἐν Νεμέᾳ·
- θυμὸς δʼ ἑπέσθω. ταῦτʼ ἄρα οἱ φαμένῳ πέμψεν θεὸς
- ἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁδεῖα δʼ ἔνδον νιν ἔκνιξεν χάρις,
- εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ·
- ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών·
- καί νιν ὄρνιχος φανέντος κέκλεʼ ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν
- ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.
- ὣς ἆρα εἰπὼν αὐτίκα
- ἕζετʼ. ἐμοὶ δὲ μακρὸν πάσας ἀν αγήσασθʼ ἀρετάς·
- Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίας
- Πυθέᾳ τε κώμων Εὐθυμένει τε. τὸν Ἀργείων τρόπον
- εἰρήσεταί που κἀν βραχίστοις.
- ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου