Isthmean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου
- δεύτερον κρητῆρα Μοισαίων μελέων
- κίρναμεν Λάμπωνος εὐάθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ,
- τίν γʼ ἄωτον δεξάμενοι στεφάνων,
- νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ
- Νηρεΐδεσσί τε πεντήκοντα, παίδων ὁπλοτάτου
- Φυλακίδα νικῶντος. εἴη δὲ τρίτον
- σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα
- σπένδειν μελιφθόγγοις ἀοιδαῖς.
- εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεὶς
- καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς,
- σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου
- βάλλετʼ ἄγκυραν θεότιμος ἐών.
- τοίαισιν ὀργαῖς εὔχεται
- ἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιὸν
- ὁ Κλεονίκου παῖς· ἐγὼ δʼ ὑψίθρονον
- Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς
- ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.
- ὔμμε τʼ, ὦ χρυσάρματοι Αἰακίδαι,
- τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν