GetPassage urn:cts:greekLit:tlg0033.tlg004.perseus-grc2:6.21-6.40 urn:cts:greekLit:tlg0033.tlg004.perseus-grc2:6.21-6.40
τάνδʼ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις. μυρίαι δʼ ἔργων καλῶν τέτμηνθʼ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι, καὶ πέραν Νείλοιο παγᾶν καὶ διʼ Ὑπερβορέους· οὐδʼ ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις, ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν, οὐδʼ ἅτις Αἴαντος Τελαμωνιάδα καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον, Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν ἐν ναυσὶν Ἀλκμήνας τέκος. εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δʼ οὐ φείσατο χερσὶν βαρυφθόγγοιο νευρᾶς Ἡρακλέης. ἀλλʼ Αἰακίδαν καλέων ἐς πλόον κεῖνον κύρησε δαινυμένων. τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι καρτεραίχμαν Ἀμφιτρυωνιάδαν, ἄνδωκε δʼ αὐτῷ φέρτατος οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,