Isthmean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκων
- ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι,
- ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους,
- ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας
- εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν.
- ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότʼ ἦν οὐδʼ ἐργάτις·
- οὐδʼ ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόρας
- ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί.
- νῦν δʼ ἐφίητι τὸ τὠργείου φυλάξαι
- ῥῆμʼ ἀλαθείας ἐτᾶς ἄγχιστα βαῖνον,
- χρήματα, χρήματʼ ἀνήρ, ὃς φᾶ κτεάνων θʼ ἅμα λειφθεὶς καὶ φίλων.
- ἐσσὶ γὰρ ὦν σοφός, οὐκ ἄγνωτʼ ἀείδω
- Ἰσθμίαν ἵπποισι νίκαν,
- τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις,
- Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ
- πέμπεν ἀναδεῖσθαι σελίνων,
- εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος.
- ἐν Κρίσᾳ δʼ εὐρυσθενὴς εἶδʼ Ἀπόλλων νιν πόρε τʼ ἀγλαΐαν
- καὶ τόθι· κλειναῖς δʼ Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼς
- ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη