Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται·
  2. ὃς δʼ ἀμφʼ ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν,
  3. εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον.
  4. ἄμμι δʼ ἔοικε Κρόνου σεισίχθονʼ υἱὸν
  5. γείτονʼ ἀμειβομένοις εὐεργέταν
  6. ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι,
  7. καὶ σέθεν, Ἀμφιτρύων,
  8. παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸν
  9. καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις·
  10. Πρωτεσίλα, τὸ τεὸν δʼ ἀνδρῶν Ἀχαιῶν
  11. ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.
  12. πάντα δʼ ἐξειπεῖν, ὅσʼ ἀγώνιος Ἑρμᾶς
  13. Ἡροδότῳ ἔπορεν
  14. ἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχων
  15. ὕμνος. ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει.
  16. εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντʼ ἀγλααῖς
  17. Πιερίδων ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδων τʼ ἐξαιρέτοις
  18. Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις
  19. Θήβαισι τεύχοντʼ. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον,
  20. ἄλλοισι δʼ ἐμπίπτων γελᾷ, ψυχὰν Ἀΐδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν.