GetPassage urn:cts:greekLit:tlg0033.tlg004.perseus-grc2:2.1-2.20 urn:cts:greekLit:tlg0033.tlg004.perseus-grc2:2.1-2.20
οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκων ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι, ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους, ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν. ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότʼ ἦν οὐδʼ ἐργάτις· οὐδʼ ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόρας ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί. νῦν δʼ ἐφίητι τὸ τὠργείου φυλάξαι ῥῆμʼ ἀλαθείας ἐτᾶς ἄγχιστα βαῖνον, χρήματα, χρήματʼ ἀνήρ, ὃς φᾶ κτεάνων θʼ ἅμα λειφθεὶς καὶ φίλων. ἐσσὶ γὰρ ὦν σοφός, οὐκ ἄγνωτʼ ἀείδω Ἰσθμίαν ἵπποισι νίκαν, τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις, Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ πέμπεν ἀναδεῖσθαι σελίνων, εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος. ἐν Κρίσᾳ δʼ εὐρυσθενὴς εἶδʼ Ἀπόλλων νιν πόρε τʼ ἀγλαΐαν καὶ τόθι· κλειναῖς δʼ Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼς ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη