Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός,
  2. τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμʼ ἁπάσαις ἁνίαις·
  3. ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα
  4. Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον·
  5. ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ
  6. χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας
  7. γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς
  8. ἄλσος· ἵνʼ ἀθανάτοις Αἰνησιδάμου
  9. παῖδες ἐν τιμαῖς ἔμιχθεν.
  10. καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι
  11. οὔτε κώμων, ὦ Θρασύβουλʼ, ἐρατῶν,
  12. οὔτε μελικόμπων ἀοιδᾶν.
  13. οὐ γὰρ πάγος, οὐδὲ προσάντης ἁ κέλευθος γίνεται,
  14. εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων.
  15. μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθʼ, ὅσον ὀργὰν
  16. Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν
  17. ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν,
  18. ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ·
  19. καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας· οὐδέ ποτε ξενίαν
  20. οὖρος ἐμπνεύσαις ὑπέστειλʼ ἱστίον ἀμφὶ τράπεζαν·