Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- χαμαὶ πετοῖσαν· ἐμοὶ δʼ ὁποίαν ἀρετὰν
- ἔδωκε πότμος ἄναξ,
- εὖ οἶδʼ ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει.
- ἐξύφαινε, γλυκεῖα, καὶ τόδʼ αὐτίκα, φόρμιγξ,
- Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον
- Οἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχει
- ὁ Τελαμωνιάδας· ἀτὰρ
- Αἴας Σαλαμῖνʼ ἔχει πατρῴαν·
- ἐν δʼ Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺς
- νᾶσον· Θέτις δὲ κρατεῖ
- Φθίᾳ· Νεοπτόλεμος δʼ Ἀπείρῳ διαπρυσίᾳ,
- βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται
- Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.
- Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκὸν
- πολεμίᾳ χερὶ προστραπὼν
- Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν
- δάμαρτος Ἱππολύτας Ἄκαστος δολίαις
- τέχναισι χρησάμενος·
- τᾷ Δαιδάλου τε μαχαίρᾳ φύτευέ οἱ θάνατον
- ἐκ λόχου, Πελίαο παῖς· ἄλαλκε δὲ Χείρων,