GetPassage urn:cts:greekLit:tlg0033.tlg003.perseus-grc2:4.41-4.60 urn:cts:greekLit:tlg0033.tlg003.perseus-grc2:4.41-4.60
χαμαὶ πετοῖσαν· ἐμοὶ δʼ ὁποίαν ἀρετὰν ἔδωκε πότμος ἄναξ, εὖ οἶδʼ ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει. ἐξύφαινε, γλυκεῖα, καὶ τόδʼ αὐτίκα, φόρμιγξ, Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον Οἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχει ὁ Τελαμωνιάδας· ἀτὰρ Αἴας Σαλαμῖνʼ ἔχει πατρῴαν· ἐν δʼ Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺς νᾶσον· Θέτις δὲ κρατεῖ Φθίᾳ· Νεοπτόλεμος δʼ Ἀπείρῳ διαπρυσίᾳ, βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον. Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκὸν πολεμίᾳ χερὶ προστραπὼν Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν δάμαρτος Ἱππολύτας Ἄκαστος δολίαις τέχναισι χρησάμενος· τᾷ Δαιδάλου τε μαχαίρᾳ φύτευέ οἱ θάνατον ἐκ λόχου, Πελίαο παῖς· ἄλαλκε δὲ Χείρων,