Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν·
- πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντων
- ὄνυχας ὀξυτάτους ἀκμὰν
- τε δεινοτάτων σχάσαις ὀδόντων
- ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων,
- εἶδεν δʼ εὔκυκλον ἕδραν,
- τᾶς οὐρανοῦ βασιλῆες πόντου τʼ ἐφεζόμενοι
- δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ.
- Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν· ἀπότρεπε
- αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός·
- ἄπορα γὰρ λόγον Αἰακοῦ
- παίδων τὸν ἅπαντά μοι διελθεῖν.
- Θεανδρίδαισι δʼ ἀεξιγυίων ἀέθλων
- κάρυξ ἑτοῖμος ἔβαν
- Οὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμέᾳ τε συνθέμενος,
- ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων
- οὐ νέοντʼ ἄνευ στεφάνων, πάτραν ἵνʼ ἀκούομεν,
- Τιμάσαρχε, τ εὰ ν ἐπινικίοισιν ἀοιδαῖς
- πρόπολον ἔμμεναι. εἰ δέ τοι
- μάτρῳ μʼ ἔτι Καλλικλεῖ κελεύεις