Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μίγνυον,
- Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν
- ξένιον ἄστυ κατέδρακεν
- Ἡρακλέος ὀλβίαν πρὸς αὐλάν.
- σὺν ᾧ ποτε Τρωΐαν κραταιὸς Τελαμὼν
- πόρθησε καὶ Μέροπας
- καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον Ἀλκυονῆ,
- οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ
- ἥρωάς τʼ ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν
- δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείη
- λόγον ὁ μὴ συνιείς· ἐπεὶ
- ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.
- τὰ μακρὰ δʼ ἐξενέπειν ἐρύκει με τεθμὸς
- ὧραί τʼ ἐπειγόμεναι·
- ἴϋγγι δʼ ἕλκομαι ἦτορ νουμηνίᾳ θιγέμεν.
- ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα
- μέσσον, ἀντίτεινʼ ἐπιβουλίᾳ· σφόδρα δόξομεν
- δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν·
- φθονερὰ δʼ ἄλλος ἀνὴρ βλέπων
- γνώμαν κενεὰν σκότῳ κυλίνδει