Tracking Satyrs
Sophocles
Sophocles, creator; Grenfell, Bernard P. (Bernard Pyne), 1869-1926, creator; Hunt, Arthur S. (Arthur Surridge), 1871-1934, creator; Grenfell, Bernard P. (Bernard Pyne), 1869-1926, editor; Hunt, Arthur S. (Arthur Surridge), 1871-1934, editor
- καὶ τίς ποτʼ αὐτῷ δι[α]χαράσσεται βροτῶν.
- ὑμᾶς μὲν αὐτοὺς χρὴ τάδʼ εἰδέναι σαφῶς
- ὡς εἰ φανεῖτε τὸν λ[ό]γον τὸν ἐξ ἐμοῦ,
- αὐτοῖσιν ὑμῖ[ν ζ]ημία πορίζεται·
- καὶ γὰρ κέκρυπτ[αι] τοὖργον ἐν [θ]ε[ῶ]ν ἕδραις,
- Ἥραν ὅπως μ[ὴ πύ]στ[ι]ς ἵξετα[ι] λόγου.
- Ζ[εὺ]ς γ[ὰρ] κρυφ[αίαν ἐς στέ]γην Ἀτλαντίδος
- [---]εύσατο·
- [---]υ [---]φιλας
- [---] λήθῃ τῆς βαθυζώνου θεᾶς
- [κατὰ σπέ]ος δὲ παῖδʼ ἐφίτυσεν μόνον·
- [τοῦτον δὲ] χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω·
- [μητρὸς γ]ὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται·
- [κἀδεστ]ὰ καὶ ποτῆτα καὶ κοιμήματα
- [πρὸς σπ]αργάνοις μένουσα λικνῖτιν τροφὴν
- [ἐξευθ]ετίζω νύκτα καὶ καθʼ ἡμέραν.
- [ὁ δʼ α]ὔξεται κατʼ ἦμαρ οὐκ ἐπεικότα
- [μέγι]στος, ὥστε θαῦμα καὶ φόβος μʼ ἔχει.
- [οὔπω γ]ὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμέν[ο]ς
- [γυίοι]ς ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν,