GetPassage urn:cts:greekLit:tlg0011.tlg008.perseus-grc2:261-280 urn:cts:greekLit:tlg0011.tlg008.perseus-grc2:261-280
καὶ τίς ποτʼ αὐτῷ δι[α]χαράσσεται βροτῶν.Κυλλήνη ὑμᾶς μὲν αὐτοὺς χρὴ τάδʼ εἰδέναι σαφῶςὡς εἰ φανεῖτε τὸν λ[ό]γον τὸν ἐξ ἐμοῦ,αὐτοῖσιν ὑμῖ[ν ζ]ημία πορίζεται·καὶ γὰρ κέκρυπτ[αι] τοὖργον ἐν [θ]ε[ῶ]ν ἕδραις,Ἥραν ὅπως μ[ὴ πύ]στ[ι]ς ἵξετα[ι] λόγου.Ζ[εὺ]ς γ[ὰρ] κρυφ[αίαν ἐς στέ]γην Ἀτλαντίδος[]εύσατο·[]υ []φιλας [] λήθῃ τῆς βαθυζώνου θεᾶς[κατὰ σπέ]ος δὲ παῖδʼ ἐφίτυσεν μόνον·[τοῦτον δὲ] χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω·[μητρὸς γ]ὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται·[κἀδεστ]ὰ καὶ ποτῆτα καὶ κοιμήματα[πρὸς σπ]αργάνοις μένουσα λικνῖτιν τροφὴν[ἐξευθ]ετίζω νύκτα καὶ καθʼ ἡμέραν.[ὁ δʼ α]ὔξεται κατʼ ἦμαρ οὐκ ἐπεικότα[μέγι]στος, ὥστε θαῦμα καὶ φόβος μʼ ἔχει.[οὔπω γ]ὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμέν[ο]ς[γυίοι]ς ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν,