Ichneutae

Sophocles

Sophocles. Oxyrhynchus Papyri, Part 9. Grenfell, Bernard P. (Bernard Pyne); Hunt, Arthur S. (Arthur Surridge), editors. London: Egypt Exploration Fund, 1912.

  1. [κἀξορ]μενίζει κοὐκέτι σχολάζεται
  2. [βλάστη·] τοιόνδε παῖδα θησαυρὸς στέγει.
  3. [δυσεύρε]τός [τʼ ἔτʼ] ἐστι τοῦ πατρὸς θέσει.
  4. [ἀφανεῖ δʼ ὃ πεύθῃ φ]θέγμα μηχανῇ βρέμ[ον
  5. καὶ π[όλ]λʼ ἐθά]μβεις αὐτὸ]ς, ἡμέρᾳ μιᾳ
  6. ἐξ ὑπτίας κ[ίστη γʼ ἐμηχ]ανήσατο·
  7. τοιόνδε θη[ρὸς ἐκ θανόντ]ος ἡδονῆς
  8. ἔμμεστον α[γγος εὗρε κ]αὶ κάτω δ[ονεῖ.]
Χορός
  1. ἄφραστ[ο ---] παῖς βοῆς
  2. παιδο[---]μαζεις[
  3. θηρευμ[α --- ]λέγεις
  4. φώνημ[α --- ]σεθου[
  5. τόνδʼ αφ[--- ]ον[
  6. τως ἐξεφ[--- ]
  7. ροντʼ ἄπα[ --- ] ἐ[κ θανόν-
  8. τος πορίζειν τοιάνδε γῆρυν.
Κυλλήνη
  1. μὴ νῦν ἀπίστει· πιστὰ γάρ σε προσγελᾷ θεᾶς ἔπη.
Χορός
  1. καὶ πῶς πίθωμαι τοῦ θανόντος φθέγμα τοιοῦτον βρέμειν;
Κυλλήνη
  1. πιθοῦ· θανὼν γὰρ ἔσχε φωνήν, ζῶν δʼ ἄναυδος ἦν ὁ θήρ.
Χορός
  1. ποῖός τις ἦν εἶδος; πρ[ο]μήκης, ἢ ʼπίκυρτος, ἢ βραχύς;