Ichneutae
Sophocles
Sophocles. Oxyrhynchus Papyri, Part 9. Grenfell, Bernard P. (Bernard Pyne); Hunt, Arthur S. (Arthur Surridge), editors. London: Egypt Exploration Fund, 1912.
- ---φ[---]η[---] νων ὑμᾶς νοσεῖν
- νο[ς ---τί νύμφη]ν ἔτι ποε͂ιτʼ ἀναιτίαν;
- νύμφη βαθύζωνε π[αῦσαι χόλου ]
- τοῦδʼ, οὔτε γὰρ νεῖκος ἥ[κει σέ τοι
- δᾴ[ο]υ μάχας οὐδʼ ἀξενό[ς που σέθεν
- γλ[ῶ]σσαν μάταιός τ[ʼ ἀφʼ ἡμῶν θίγοι.
- μή με μὴ προψαλ[άξῃς κακοῖς,
- ἀλλʼ [εὐ]πετῶς μοι πρ[όφανον τὸ πρᾶγ-
- μʼ, ἐν [τ]όποις τοῖς[δε τίς νέρθε γᾶς ὧδʼ ἀγα-
- στῶς ἐγάρυσε θέσπιν αὐδά[ν.
- ταῦτʼ ἔστʼ ἐκείνων νῦν [ τρόπων πεπαίτερα,
- καὶ τοῖσδε θηρῶν ἐκπύ[θοιο μᾶλλον ἂν
- ἀλκασμάτων δ[ειλῆ]ς [τε πειρατηρίων
- νύμφης· ἐμοὶ γὰ[ρ οὐ]κ [ἀρεστόν ἐστʼ ἔριν
- ὀρθοψάλακτον εν [λ]όγο[ις]ιν [ἱστάναι.
- ἀλλʼ ἥσυχος πρόφαινε καὶ μ[ή]νυ[έ μοι
- ὅτου μάλιστα πράγματος χρείαν ἔχεις.
- τόπων ἄνασσα τῶν[δ]ε, Κυλλήνης σθένος,
- ὅτου μὲν οὕνεκʼ ἦλθ[ο]ν, ὕστερον φράσω·
- τὸ φθέγμα δʼ ἡμῖν τοῦ[θʼ] ὅπερ φωνεῖ φράσον