Ichneutae

Sophocles

Sophocles. Oxyrhynchus Papyri, Part 9. Grenfell, Bernard P. (Bernard Pyne); Hunt, Arthur S. (Arthur Surridge), editors. London: Egypt Exploration Fund, 1912.

  1. θῆρες, τί [τό]νδε χλοερὸν ὑλώδη πάγον
  2. ἔν[θ]ηρον ὡρμήθητε σὺν πολλῇ βοῇ;
  3. τίς ἥδε τέχνη; τίς μετάστασις πόνων,
  4. οὓς πρόσθεν εἶχες δεσπότῃ χάριν φέρων,
  5. ὑμεῖν ὃς αἰεὶ νεβρίνῃ καθημμέν[ο]ς
  6. δορᾷ χερ[ο]ῖν τε θύρς[ο]ν εὐπαλῆ φέρων
  7. ὄπισθεν εὐίαζετʼ ἀμφὶ τὸν θεὸν
  8. σὺν ἐγγόνοις νύμφαισι καὶ παίδων ὄχλῳ;
  9. νῦν δʼ ἀγνοῶ τὸ χρῆμα· ποῖ στροφαὶ νέων
  10. μανιῶν στρέφουσι; θαῦμα γὰρ κατέκλ[υ]ον
  11. ὁμοῦ πρέπον κέλευμά πως κυνηγετ[ῶ]ν
  12. ἐγγὺς μολόντων θηρὸς εὐναί[ου] τρο[φ]ῆς,
  13. ὁμοῦ δʼ ἂν αὖτι[ς ---] ---αι φωρ[---
  14. γλώσσης ἐτεινε[τʼ ε]ἰς κλοπὴν [---]έναι·
  15. αὖτις δʼ α[---]τ[ ---]--- μενων [---
  16. κηρυκ[---]---ι[---] κηρυγμα [
  17. καὶ τ[α]ῦτʼ ἀφεῖσα σὺν ποδῶν λακ[τίσμασι
  18. [κ]ληδὼν ὁμοῦ πάμφυρ[τ]ʼ ἐγειτν[ία στέγῃ]
  19. [καὶ] ταῦτʼ ἂν ἄλλως ἢ κλ[---]μ[
  20. [φων]ῶν ἀκο[ύ]σασʼ ὧδε παραπεπαισμέν[ων