GetPassage urn:cts:greekLit:tlg0011.tlg008.perseus-grc2:241-260 urn:cts:greekLit:tlg0011.tlg008.perseus-grc2:241-260
φ[]η[] νων ὑμᾶς νοσεῖννο[ς τί νύμφη]ν ἔτι ποε͂ιτʼ ἀναιτίαν; Χορόςστρ.νύμφη βαθύζωνε π[αῦσαι χόλου ]τοῦδʼ, οὔτε γὰρ νεῖκος ἥ[κει σέ τοιδᾴ[ο]υ μάχας οὐδʼ ἀξενό[ς που σέθενγλ[ῶ]σσαν μάταιός τ[ʼ ἀφʼ ἡμῶν θίγοι.μή με μὴ προψαλ[άξῃς κακοῖς,ἀλλʼ [εὐ]πετῶς μοι πρ[όφανον τὸ πρᾶγ-μʼ, ἐν [τ]όποις τοῖς[δε τίς νέρθε γᾶς ὧδʼ ἀγα-στῶς ἐγάρυσε θέσπιν αὐδά[ν. Κυλλήνηταῦτʼ ἔστʼ ἐκείνων νῦν [ τρόπων πεπαίτερα,καὶ τοῖσδε θηρῶν ἐκπύ[θοιο μᾶλλον ἂνἀλκασμάτων δ[ειλῆ]ς [τε πειρατηρίωννύμφης· ἐμοὶ γὰ[ρ οὐ]κ [ἀρεστόν ἐστʼ ἔρινὀρθοψάλακτον εν [λ]όγο[ις]ιν [ἱστάναι.ἀλλʼ ἥσυχος πρόφαινε καὶ μ[ή]νυ[έ μοιὅτου μάλιστα πράγματος χρείαν ἔχεις.Χορόςτόπων ἄνασσα τῶν[δ]ε, Κυλλήνης σθένος,ὅτου μὲν οὕνεκʼ ἦλθ[ο]ν, ὕστερον φράσω·τὸ φθέγμα δʼ ἡμῖν τοῦ[θʼ] ὅπερ φωνεῖ φράσον