Tracking Satyrs

Sophocles

Sophocles, creator; Grenfell, Bernard P. (Bernard Pyne), 1869-1926, creator; Hunt, Arthur S. (Arthur Surridge), 1871-1934, creator; Grenfell, Bernard P. (Bernard Pyne), 1869-1926, editor; Hunt, Arthur S. (Arthur Surridge), 1871-1934, editor

  1. [ο]ἵῳ ʼκπ[λ]αγέντες ἐν[θάδʼ] ἐξενίσμεθα
  2. ψόφῳ, τὸν οὐδε[ὶ]ς π[ώπο]τʼ ἤκουσεν βροτῶν.
Σιληνός
  1. τί μοι ψ[ό]φον; φοβ[εῖσθε] κα[ὶ] δειμαίνετε,
  2. μάλθης ἄναγνα σώ[μα]τʼ ἐκμεμαγμένα
  3. κάκιστα θηρῶν ὀντ[ες, ἐ]ν [π]άσῃ σκιᾷ
  4. φόβον βλέποντες, πάν[τα] δειματούμενοι,
  5. ἄνευρα κἀκόμιστα κἀνε[λε]ύθερα
  6. διακονοῦντες, σώματʼ εἰ[ς]ιδ[ε]ῖν μόνον
  7. κα[ὶ γ]λῶσσα κα[ὶ] φάλητες. εἰ δέ που δέῃ,
  8. πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε.
  9. τοιοῦ[δ]ε πατρός, ὦ κάκιστα θηρίων,
  10. οὗ πόλλʼ ἐφʼ ἥβης μνήματʼ ἀνδρείας ὕπο
  11. κ[ε]ῖται παρʼ οἴκοις νυμφικοῖς ἠσκημένα,
  12. οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλ[ο]υμένου,
  13. οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν
  14. [π]τήσσοντος, ἀλλʼ α[κ]μαῖσιν ἐξει[ρ]γασμένου
  15. [ἃ] νῦν ὑφʼ ὑμῶν λάμ[πρʼ ὑ]πορρυπαίνεται
  16. [ψ]όφῳ νεώρει κόλακ[ι] ποιμένων π[ο]θέν,
  17. [ὃν] δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν,
  18. πλοῦτον δὲ χ[ρ]υσόφαντον ἐξαφίετε,