GetPassage urn:cts:greekLit:tlg0011.tlg008.perseus-grc2:143-162 urn:cts:greekLit:tlg0011.tlg008.perseus-grc2:143-162
[ο]ἵῳ ʼκπ[λ]αγέντες ἐν[θάδʼ] ἐξενίσμεθαψόφῳ, τὸν οὐδε[ὶ]ς π[ώπο]τʼ ἤκουσεν βροτῶν. Σιληνόςτί μοι ψ[ό]φον; φοβ[εῖσθε] κα[ὶ] δειμαίνετε,μάλθης ἄναγνα σώ[μα]τʼ ἐκμεμαγμένακάκιστα θηρῶν ὀντ[ες, ἐ]ν [π]άσῃ σκιᾷφόβον βλέποντες, πάν[τα] δειματούμενοι,ἄνευρα κἀκόμιστα κἀνε[λε]ύθεραδιακονοῦντες, σώματʼ εἰ[ς]ιδ[ε]ῖν μόνονκα[ὶ γ]λῶσσα κα[ὶ] φάλητες. εἰ δέ που δέῃ,πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε.τοιοῦ[δ]ε πατρός, ὦ κάκιστα θηρίων,οὗ πόλλʼ ἐφʼ ἥβης μνήματʼ ἀνδρείας ὕποκ[ε]ῖται παρʼ οἴκοις νυμφικοῖς ἠσκημένα,οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλ[ο]υμένου,οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν[π]τήσσοντος, ἀλλʼ α[κ]μαῖσιν ἐξει[ρ]γασμένου[ἃ] νῦν ὑφʼ ὑμῶν λάμ[πρʼ ὑ]πορρυπαίνεται[ψ]όφῳ νεώρει κόλακ[ι] ποιμένων π[ο]θέν,[ὃν] δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν,πλοῦτον δὲ χ[ρ]υσόφαντον ἐξαφίετε,