Tracking Satyrs
Sophocles
Sophocles, creator; Grenfell, Bernard P. (Bernard Pyne), 1869-1926, creator; Hunt, Arthur S. (Arthur Surridge), 1871-1934, creator; Grenfell, Bernard P. (Bernard Pyne), 1869-1926, editor; Hunt, Arthur S. (Arthur Surridge), 1871-1934, editor
- ὃν Φοῖβος ὑμῖν εἶπε κ[ἀ]νεδέξατο,
- καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσεν
- ὑμῖν τε κἀμοί· ταῦτʼ ἀφέντες εὕδετε.
- εἰ μὴ ʼνανοστήσαντες ἐξιχνεύσε[τε
- τὰς βοῦς ὅπῃ βεβᾶσι καὶ τὸν βουκόλο[ν,
- κλαίοντες αὐτῇ δειλίᾳ ψοφή[ς]ετε.
- πάτερ, παρὼν αὐτός με συμποδηγέτε[ι,
- ἵνʼ εὖ κατείδῃς εἴ τίς ἐστι δειλία·
- γνώση[ι] γὰρ αὐτός, ἂν παρῇς, οὐδὲν λέγω[ν.
- ἐγὼ πα[ρ]ὼν αὐτός σε προσβιβῶ λόγῳ,
- κυνορτικὸν σύριγμα διακαλούμεν[ος.
- ἀλλʼ εἷʼ [ἐ]φίστω τριζύγης οἵμου βάσιν·
- ἐγὼ δʼ ἐν [ἔ]ργοις παρμένων σʼ ἀπευθυνῶ.
- ὗ ὗ ὗ, ψ ψ, ἆ ἆ. λέγʼ ὅ τι πονεῖς.
- τί μάτην ὑπέκλαγες, ὑπέκριγες
- ὑπό μʼ ἴδες; ἔχεται
- ἐν πρώτῳ τίς ὅδε τροπ[ῳ;
- ἔχει. ἐλήλυθεν, ἐλήλ[υθεν.
- ἐμὸς εἶ, ἀνάγου.
- δεῦτʼ ὤ, τίς ὅδε [ --- ]της