Ichneutae

Sophocles

Sophocles. Oxyrhynchus Papyri, Part 9. Grenfell, Bernard P. (Bernard Pyne); Hunt, Arthur S. (Arthur Surridge), editors. London: Egypt Exploration Fund, 1912.

  1. δεινὸς κυκησμὸς εἶχ[ε τὸν βοη]λάτην.
Σιληνός
  1. τίνʼ αὖ τέχνην σὺ τήν[δʼ ἄρʼ ἐξ]ῆυρες, τίνʼ αὖ,
  2. πρόσπαιον ὧδε κεκλιμ[ένον] κυνηγετεῖν
  3. πρὸς γῇ; τίς ὑμῶν ὁ τρόπος; οὐχὶ μανθάνω·
  4. [ἐ]χῖνος ὥς τις ἐν λόχμῃ κεῖσαι πεσών,
  5. [ἤ] τις πίθηκος κύβδα θυμαίνεις τινί.
  6. [τ]ί ταῦτα; ποῦ γῆς ἐμάθετʼ ἐν πο[ί]ῳ τόπῳ;
  7. ς[η]μήνατʼ, οὐ γὰρ ἴδρις εἰμὶ τοῦ τρόπου.
Χορός
  1. ὕ [ὗ] ὕ ὗ.
Σιληνός
  1. τ[ί τοῦτʼ ἰύζεις;] τίνα φοβῇ; τίνʼ εἰσορᾷς;
  2. τ[ί δεῖμʼ ὄπωπ]ας; τί ποτε βακχεύεις ἔχων;
  3. α[γχοῦ τις ἤχε]ι κέρχνος· ἱμείρει[ς] μαθεῖν
  4. τ[ίς ἦν; τί σιγ]ᾶτʼ, ὦ πρ[ὸ τοῦ λαλίστ]ατοι;
Χορός
  1. ς[ίγα μὲν οὖν.]
Σιληνός
  1. τ[ίνʼ ἔστʼ ἐκεῖθε]ν ἁπονος[φίζ]εις ἔχων;
Χορός
  1. ἄ[κουε δή.
Σιληνός
  1. καλῶς ἀκούς[ω μηδεν]ὸς φωνὴν κλύων;
Χορός
  1. ἐμοὶ πιθοῦ.
Σιληνός
  1. ἐμ[ὸν] δίω[γμά γʼ οὐδα]μῶς ὀνήσετε.
Χορός
  1. ἄκουσον αὖ τ[ο]ῦ χρ[ήμα]τ[ο]ς χρόνον τινά,