Ichneutae
Sophocles
Sophocles. Oxyrhynchus Papyri, Part 9. Grenfell, Bernard P. (Bernard Pyne); Hunt, Arthur S. (Arthur Surridge), editors. London: Egypt Exploration Fund, 1912.
- τί δρῶμεν, ὦ τᾶν; ἦ τὸ δέον [ἐξ]ήνομεν;
- τί; τοῖς[ι] ταύτῃ πῶς δοκεῖ;
- δοκεῖ πάνυ.
- σαφῆ [γ]ὰρ αὔθʼ ἕκαστα σημαίνει τάδε.
- ἰδοὺ ἰδού·
- καὶ τοὐπίσημον αὐτὸ τῶν ὁπλῶν πάλι[ν.
- ἄθρει μάλα.
- αὔτʼ ἐστι τοῦτο μέτρον [ἐ]κμε---[τρού]μ[ε]νον.
- χ[ώ]ρει δρόμῳ καὶ τα[---]ν ἔχου
- ---οπ[---][---]μενος
- ῥοίβδημʼ ἐάν τι τῶν [βοῶν δ]ιʼ οὖς [λάβῃ
- οὐκ εἰσακούω πω [τορῶ]ς τοῦ φθ[έγ]ματος.
- ἀλλʼ αὐτὰ μὴν ἴχ[νη τε] χὠ στίβος τάδε
- κείνων ἐναργῆ τῶν β[ο]ῶν μαθεῖν πάρα.
- ἔα μάλα·
- παλινστραφῆ τοι ναὶ μὰ Δία τὰ βήματα
- εἰς τοὔμπαλιν δέδορκεν αὐ· τάδʼ εἴσιδε.
- τί ἐστὶ τουτί; τίς ὁ τρόχος τοῦ τάγματ[ος;
- εἰς τοὐπίσω τὰ πρόσθεν ἤλλακται, τὰ δʼ αὖ
- ἐναντίʼ ἀλλήλοισι συμπ[επλεγ]μένα·