GetPassage urn:cts:greekLit:tlg0011.tlg008.perseus-grc2:123-142 urn:cts:greekLit:tlg0011.tlg008.perseus-grc2:123-142
δεινὸς κυκησμὸς εἶχ[ε τὸν βοη]λάτην. Σιληνόςτίνʼ αὖ τέχνην σὺ τήν[δʼ ἄρʼ ἐξ]ῆυρες, τίνʼ αὖ,πρόσπαιον ὧδε κεκλιμ[ένον] κυνηγετεῖνπρὸς γῇ; τίς ὑμῶν ὁ τρόπος; οὐχὶ μανθάνω·[ἐ]χῖνος ὥς τις ἐν λόχμῃ κεῖσαι πεσών,[ἤ] τις πίθηκος κύβδα θυμαίνεις τινί.[τ]ί ταῦτα; ποῦ γῆς ἐμάθετʼ ἐν πο[ί]ῳ τόπῳ;ς[η]μήνατʼ, οὐ γὰρ ἴδρις εἰμὶ τοῦ τρόπου.Χορόςὕ [ὗ] ὕ ὗ.Σιληνόςτ[ί τοῦτʼ ἰύζεις;] τίνα φοβῇ; τίνʼ εἰσορᾷς;τ[ί δεῖμʼ ὄπωπ]ας; τί ποτε βακχεύεις ἔχων;α[γχοῦ τις ἤχε]ι κέρχνος· ἱμείρει[ς] μαθεῖντ[ίς ἦν; τί σιγ]ᾶτʼ, ὦ πρ[ὸ τοῦ λαλίστ]ατοι;Χορόςς[ίγα μὲν οὖν.]Σιληνόςτ[ίνʼ ἔστʼ ἐκεῖθε]ν ἁπονος[φίζ]εις ἔχων;Χορόςἄ[κουε δή. Σιληνόςκαλῶς ἀκούς[ω μηδεν]ὸς φωνὴν κλύων;Χορόςἐμοὶ πιθοῦ.Σιληνόςἐμ[ὸν] δίω[γμά γʼ οὐδα]μῶς ὀνήσετε.Χορόςἄκουσον αὖ τ[ο]ῦ χρ[ήμα]τ[ο]ς χρόνον τινά,