Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ
  2. μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις
  3. πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι.
  4. ταῦθʼ, ὡς ἂν εἰδῇς Ἕκτορʼ ὄντʼ ἐλεύθερον,
  5. καὶ μέμφομαί σοι καὶ λέγω κατʼ ὄμμα σόν.
Ῥῆσος
  1. τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγων
  2. τέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκʼ ἀνήρ.
  3. ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδʼ ἀπὼν χθονὸς
  4. λύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην·
  5. ἀλλʼ ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς,
  6. μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν
  7. ξυνῆψε πόλεμον· Εὐξένου δʼ ἀφικόμην
  8. πόντου πρὸς ἀκτάς, Θρῇκα πορθμεύσων στρατόν.
  9. ἔνθʼ αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθης
  10. ἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος.
  11. τοιάδε τοί μʼ ἀπεῖργε συμφορὰ πέδον
  12. Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν.
  13. ἐπεὶ δʼ ἔπερσα, τῶνδʼ ὁμηρεύσας τέκνα
  14. τάξας τʼ ἔτειον δασμὸν ἐς δόμους φέρειν,
  15. ἥκω περάσας ναυσὶ πόντιον στόμα,