Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐλθόντα, καὶ μὴ τοὐπί σʼ Ἀργείων ὕπο
  2. Τροίαν ἐᾶσαι πολεμίῳ πεσεῖν δορί.
  3. οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις
  4. οὐκ ἦλθες οὐδʼ ἤμυνας οὐδʼ ἐπεστράφης.
  5. τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶν
  6. ἐλθοῦσʼ ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει;
  7. ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;
  8. σὺ δʼ ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους
  9. Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος.
  10. καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν
  11. Θρῃκῶν ἄνακτα τῇδʼ ἔθηκʼ ἐγὼ χερί,
  12. ὅτʼ ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν
  13. Θρῃκῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
  14. ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν
  15. παρέσχον· ὧν σὺ λακτίσας πολλὴν χάριν,
  16. φίλων νοσούντων ὕστερος βοηδρομεῖς.
  17. οἱ δʼ οὐδὲν ἡμῖν ἐν γένει πεφυκότες,
  18. πάλαι παρόντες, οἳ μὲν ἐν χωστοῖς τάφοις
  19. κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει,
  20. οἳ δʼ ἔν θʼ ὅπλοισι καὶ παρʼ ἱππείοις ὄχοις