Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τὰ δʼ ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα —
- οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας,
- οὐδʼ ἐν ζαχρύσοις δώμασιν κοιμώμενος,
- ἀλλʼ οἷα πόντον Θρῄκιον φυσήματα
- κρυσταλλόπηκτα Παιόνας τʼ ἐπεζάρει,
- ξὺν τοῖσδʼ ἄυπνος οἶδα τλὰς πορπάμασιν.
- ἀλλʼ ὕστερος μὲν ἦλθον, ἐν καιρῷ δʼ ὅμως·
- σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος
- κοὐδὲν περαίνεις, ἡμέραν δʼ ἐξ ἡμέρας
- πίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη·
- ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει
- πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν
- κτεῖναί τʼ Ἀχαιούς· θατέρᾳ δʼ ἀπʼ Ἰλίου
- πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους,
- ὑμῶν δὲ μή τις ἀσπίδʼ ἄρηται χερί·
- ἐγὼ γὰρ ἕξω τοὺς μέγʼ αὐχοῦντας δορὶ
- πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.
- ἰὼ ἰώ.
- φίλα θροεῖς, φίλος Διόθεν εἶ· μόνον
- φθόνον ἄμαχον ὕπατος