GetPassage urn:cts:greekLit:tlg0006.tlg019.perseus-grc2:417-436 urn:cts:greekLit:tlg0006.tlg019.perseus-grc2:417-436
ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦμένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοιςπυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι.ταῦθʼ, ὡς ἂν εἰδῇς Ἕκτορʼ ὄντʼ ἐλεύθερον,καὶ μέμφομαί σοι καὶ λέγω κατʼ ὄμμα σόν.Ῥῆσοςτοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγωντέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκʼ ἀνήρ.ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδʼ ἀπὼν χθονὸςλύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην·ἀλλʼ ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς,μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶνξυνῆψε πόλεμον· Εὐξένου δʼ ἀφικόμηνπόντου πρὸς ἀκτάς, Θρῇκα πορθμεύσων στρατόν.ἔνθʼ αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθηςἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος.τοιάδε τοί μʼ ἀπεῖργε συμφορὰ πέδονΤροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν.ἐπεὶ δʼ ἔπερσα, τῶνδʼ ὁμηρεύσας τέκνατάξας τʼ ἔτειον δασμὸν ἐς δόμους φέρειν,ἥκω περάσας ναυσὶ πόντιον στόμα,