Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Ἑλένᾳ κακόγαμβρον ἐς χέρας γόον,
- ὃς ἐπὶ πόλιν, ὃς ἐπὶ
- γᾶν Τροΐαν χιλιόναυν
- ἤλυθʼ ἔχων στρατείαν.
- ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελος
- εἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν.
- ἦ πόλλʼ ἀγρώταις σκαιὰ πρόσκειται φρενί·
- καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροις
- ἥκειν ἔοικας ἀγγελῶν ἵνʼ οὐ πρέπει.
- οὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός,
- οἷ χρῆν γεγωνεῖν σʼ εὐτυχοῦντα ποίμνια;
- σκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω.
- ἀλλʼ οὐδὲν ἧσσον σοι φέρω κεδνοὺς λόγους.
- παῦσαι λέγων μοι τὰς προσαυλείους τύχας·
- μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.
- τοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα·
- ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶν
- στείχει φίλος σοὶ σύμμαχός τε τῇδε γῇ.
- ποίας πατρῴας γῆς ἐρημώσας πέδον;
- Θρῄκης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.