Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Ῥῆσον τιθέντʼ ἔλεξας ἐν Τροίᾳ πόδα;
Ἄγγελος
  1. ἔγνως· λόγου δὲ δὶς τόσου μʼ ἐκούφισας.
Ἕκτωρ
  1. καὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται,
  2. πλαγχθεὶς πλατείας πεδιάδος θʼ ἁμαξιτοῦ;
Ἄγγελος
  1. οὐκ οἶδʼ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα.
  2. νυκτὸς γὰρ οὔτι φαῦλον ἐμβαλεῖν στρατόν,
  3. κλύοντα πλήρη πεδία πολεμίας χερός.
  4. φόβον δʼ ἀγρώσταις, οἳ κατʼ Ἰδαῖον λέπας
  5. οἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός,
  6. παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.
  7. πολλῇ γὰρ ἠχῇ Θρῄκιος ῥέων στρατὸς
  8. ἔστειχε· θάμβει δʼ ἐκπλαγέντες ἵεμεν
  9. ποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόλῃ
  10. λεηλατήσων καὶ σὰ πορθήσων σταθμά,
  11. πρὶν δὴ διʼ ὤτων γῆρυν οὐχ Ἑλληνικὴν
  12. ἐδεξάμεσθα καὶ μετέστημεν φόβου.
  13. στείχων δʼ ἄνακτος προυξερευνητὰς ὁδοῦ
  14. ἀνιστόρησα Θρῃκίοις προσφθέγμασι,
  15. Τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένος
  16. στείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος;