Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Φθιάδων δʼ ἵππων ποτʼ ἐπʼ ἄντυγα βαίη,
  2. δεσπότου πέρσαντος Ἀχαιὸν Ἄρη,
  3. τὰς πόντιος Αἰακίδᾳ
  4. Πηλεῖ δίδωσι δαίμων.
Χορός
  1. ἐπεὶ πρό τʼ οἴκων πρό τε γᾶς ἔτλα μόνος
  2. ναύσταθμα βὰς κατιδεῖν· ἄγαμαι
  3. λήματος· ἦ σπανία τις
  4. τῶν ἀγαθῶν, ὅταν ᾖ
  5. δυσάλιος ἐν πελάγει
  6. καὶ σαλεύῃ
  7. πόλις. ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος·
  8. ἔνι δὲ θράσος ἐν αἰχ-
  9. μᾷ· πόθι Μυσῶν ὃς ἐμὰν
  10. συμμαχίαν ἀτίζει;
Χορός
  1. τίνʼ ἄνδρʼ Ἀχαιῶν ὁ πεδοστιβὴς σφαγεὺς
  2. οὐτάσει ἐν κλισίαις, τετράπουν
  3. μῖμον ἔχων ἐπιγαίου
  4. θηρός; ἕλοι Μενέλαν,
  5. κτανὼν δʼ Ἀγαμεμνόνιον
  6. κρᾶτʼ ἐνέγκοι