GetPassage urn:cts:greekLit:tlg0006.tlg019.perseus-grc2:260-279 urn:cts:greekLit:tlg0006.tlg019.perseus-grc2:260-279
Ἑλένᾳ κακόγαμβρον ἐς χέρας γόον,ὃς ἐπὶ πόλιν, ὃς ἐπὶγᾶν Τροΐαν χιλιόναυνἤλυθʼ ἔχων στρατείαν.
Ἄγγελος Ποιμήνἄναξ, τοιούτων δεσπόταισιν ἄγγελοςεἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν.Ἕκτωρἦ πόλλʼ ἀγρώταις σκαιὰ πρόσκειται φρενί·καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροιςἥκειν ἔοικας ἀγγελῶν ἵνʼ οὐ πρέπει.οὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός,οἷ χρῆν γεγωνεῖν σʼ εὐτυχοῦντα ποίμνια;Ἄγγελοςσκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω.ἀλλʼ οὐδὲν ἧσσον σοι φέρω κεδνοὺς λόγους.Ἕκτωρπαῦσαι λέγων μοι τὰς προσαυλείους τύχας·μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.Ἄγγελοςτοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα·ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶνστείχει φίλος σοὶ σύμμαχός τε τῇδε γῇ.Ἕκτωρποίας πατρῴας γῆς ἐρημώσας πέδον;ἌγγελοςΘρῄκης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.