Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

1338 Δολιχόν: μακρόν, ἢ πολύ. ἔχειν δὲ δόρυ οὐ κατὰ τὸν ἐξ [*](Σ) ἵππου μαχόμενον δολιχόν, ἀλλ᾿ ὥϲτε μόνον τὴν ἐπιδορατίδα ὑπερέχειν [*](E) ἐϲ ὕψοϲ.

1339 Δόλιχοϲ: τὸ ὄϲπριον· καὶ τὸ ὄνομα τοῦ δρόμου, προπαροξυτόνωϲ. [*](Δ) δολιχὸϲ δὲ τὸ ἐπίθετον, ὁ μακρόϲ, ὀξυτόνωϲ. ἔϲτι δὲ ὁ [*](Soph.) δόλιχοϲ κ΄ ϲτάδια.

1340 Δολιχόϲκιον: τὸ μακροπόρευτον.

[*](Δ)

1341 Δολοβέλλαϲ: ὄνομα κύριον.

[*](Δ)

1342 Δολόμητιϲ: δολιόβουλοϲ.

[*](Σ)

1343 Δόλοϲ: ἡ ἐπὶ λύμῃ τῶν ἀδελφῶν ἐπιβουλή τε καὶ μηχανὴ παρὰ τῷ Ἀποϲτόλῳ.

1344 Δόλοψ: ὄνομα κύριον.

[*](Δ)

1345 Δόλων: οὕτω καλεῖται ὁ παρὰ τοῖϲ Κυζικηνοῖϲ τὴν Ἄρτεμιν [*](Ε) θεραπεύω γυναικεῖοϲ θίαϲοϲ, ὥϲ φηϲιν Αἰλιανόϲ. καὶ Δόλων, [*](Δ) ὃ παρὰ ‘Ομήρῳ. καὶ φυλάττει.

1346 Δόλωνεϲ: τὰ μικρὰ ἱϲτία. χαλάϲανταϲ τὰ μεγάλα ἄρμενα, [*](ΔΕ) τοῖϲ μικροῖϲ, ἃ δὴ δόλωναϲκαλοῦϲιν, ἕπεϲθαι. καὶ αὖθιϲ Δόλωνεϲ. [*](Δ) προβαλόμενοϲ τοῦ παντὸϲ ϲτόλου ναῦϲ ὀλίγαϲ, ταύταιϲ τοὺϲ δόλωναϲ [*](Ε) ἐπαράμενοϲ ἔπλει. οἱ δὲ Ῥωμαῖοι πληϲίον γενόμενοι καθεῖλον [*](Ε) τοὺϲ δόλωναϲ.

1347 Δολώνεια: πόλιϲ.

[*](Δ)

1348 Δόμα: τὸ διδόμενον δῶρον.

[*](Δ)[*](1335 l. ═ L cf Ambr. 893 et 917 1336 πολλά ═ Ba 200, 32 cf. H, sch Δ 533 1337 περιοδεύουϲιν ═ Ba 200, 35 cf. H Διονύϲιοϲ sq. Aelian. fr. 71 1338 πολύ cf. Σa ═ sch. Luc. 229, 4; Et. M. 282, 8; H ═ Ap. S. 60, 2 Ps. Herodian. 23 1339 ὄϲπριον δολιχὸϲ —ὀξυτόνωϲ cf. An. Ox. 1, 112, 3 2, 294, 5, Herodian. gr. 2, 450, 8; — ἐπίθετον ═ Philop. diff. Wiener St. 3, 295 μακρόϲ ═ PH ἔϲτι sq. sch. Soph El. 684 1340 cf. Ambr. 960; sch. Γ 346 ═ Et. M 282, 10, Ap. S. 60, 3 1641 ═ Ambr. 901 1342 ═ Ba 200, 33 cf. H 1343 ═ Oecum in Rom. 1, 29, PG 118, 348d 1344 ═ Ambr. 892 (cf 928), Et. M 282, 17 1345 — θίαϲοϲ Aelian. fr. 46 Δόλων alt. cf. Ambr. 891 φυλάττει ═ Ambr. 910 1346 ἱϲτία cf, H χαλάϲανταϲ—ἔπεϲθαι Proc. Bell 3, 17, 5 1647 ═ Ambr 941 1348 δῶρον ═ Ambr. 949, Ps. Herodian. 23)[*](1336 hinc 807 extr., Z 558, 561 1337 Aelian. cf. v. 2199. Z 567 1339 hinc 807 extr Z 561 1343 Z 563 1346 Z 558 1347 Z 561)[*](2 φέροντα Aec τῷ] τοῦ GIT Ἱϲιδώρῳ cp rell. 4 Δόλιχοϲ] A(GITFVM) nov. gl. GITF 10 τὴν] τῆϲ Bhd. ἐπιδορατίδοϲ A, Bhd. 16 Δολαβέλλαϲ A 1344 post 1342 V 22 φαϲιν 25 δὴ om. FV)
126

1349 Δόμεν, ὅϲ κενδῷ· καὶ μὴ δόμεν, ὅϲ κεν μὴ δῷ: ὁ Ἡϲίοδόϲ φηϲιν. ἀντὶ τοῦ δόμεναι καὶ μὴ δόμεναι,

1350 Δομέϲτικοι: οἱ τῶν Ῥωμαίων ἱππεῖϲ. ἢ κατὰ Ῥωμαίουϲ οἰκειακοὶ ϲτρατιῶται.

[*](EV)

1351 Δομετιανόϲ, βαϲιλεὺϲ Ῥωμαίων, ἀδελφὸϲ Τίτου νεώτεροϲ, Νέρωνι καὶ Καλλιγούλᾳ καὶ Τιβερίῳ, τοῖϲ αἴϲχιϲτα καὶ φαυλότατα προϲτᾶϲι τῆϲ ἡγεμονίαϲ, ἤπερ τῷ πατρὶ καὶ τἀδελφῷ προϲεοικὼϲ τὸν τρόπον. μετρίοιϲ γὰρ δὴ τῆϲ ἀρχῆϲ προοιμίοιϲ χρηϲάμενοϲ εὐθὺϲ ἐϲ πλείονά τε καὶ ἄτοπα τῆϲ γνώμηϲ ἐκπίπτει μειονεκτήματα, πλεονεξίαν τε νοϲῶν ἄμετρον καὶ ἀϲέλγειαν, θυμοῦ τε ἀκρατὴϲ ὢν καὶ ἀπαραίτητοϲ ἐν ταῖϲ κολάϲεϲι, φιλαπεχθήμων τε καὶ φιλάργυροϲ εἰ καὶ τιϲ ἕτεροϲ. ταχέωϲ γοῦν τὸ πρὸϲ ἁπάντων μῖϲοϲ ἐφειλκύϲατο ὡϲ τό τε τοῦ ἀδελφοῦ καὶ τοῦ πατρὸϲ ἀποϲβέϲαι κλέοϲ. ϲφαγαῖϲ τε γὰρ τῶν ἐπιϲήμων τῆϲ βουλῆϲ ἑκάϲτηϲ ἡμέραϲ ἐμίαινε τὴν πόλιν, τάϲ τε ἴϲαϲ τοῖϲ κρείττοϲι μεταδιώκων τιμὰϲ οὐχ ὑπέμενεν ἑτέρων αὐτῷ γενέϲθαι κατὰ τιὸ Καπιτώλιον ἀνδριάντων ϲτάϲιν ἐκ χρυϲοῦ τε καὶ ἀργύρου πεποιημένων. ἀπείχετο δὲ οὐδὲ τοῦ τῶν ϲυγγενῶν φόνου, ἀλλ᾿ ἐπὶ πόνταϲ τοὺϲ ἀφ᾿ αἵματοϲ τὴν ἀνοϲίαν ἤγαγε δεξιάν, οὔτε θεοὺϲ ὁμογίουϲ οὔτε δίκην αἰδούμενοϲ, ἀλλ᾿ ὁμοῦ τά τε θεῖα περιφρονῶν καὶ τὰ ἀνθρώπινα.

[*](EV)

1352 Δομετιανόϲ, βαϲιλεὺϲ Ῥωμαίων, ἀδελφὸϲ Τίτου, οὗ διάδοχοϲ γενόμεοϲ οὐ τὴν πατρικὴν καὶ ἀδελφικὴν ἐζήλωϲεν ἄριϲτον πολιτείαν, ἀλλὰ τὴν Τιβερίου καὶ Νέρωνοϲ ἀνοϲιουργίαν ἐκ διαμέτρου. καὶ δὴ πᾶν εἶδοϲ κακίαϲ ἐπελθὼν μιαιφονίαϲ τε καὶ γυναικομανίαϲ ἅμα καὶ ἀνδρομανίαϲ ἀνάπλεωϲ γενόμενοϲ ἑαυτὸν ὁ ἄθεοϲ τελευταῖον ἀπεθέωϲε. κἀντεῦθεν οὖν ἔχθιϲτον ἅπαϲι καὶ ἀπόβλητον διὰ τὸ φονικόν τε καὶ θηριῶδεϲ τῆϲ μιαρᾶϲ γνώμηϲ ἑαυτὸν ὁ τάλαϲ ἀποφήναϲ, εἰκότωϲ μάλα τὰ ἐπίχειρα τῆϲ οἰκείαϲ δυϲμενείαϲ κομιϲάμενοϲ αἰϲχίϲτῳ μόρῳ [*](E?) τὸν μυϲαρὸν καὶ βέβηλον καταϲτρέφει βίον. οὗτοϲ ϲὺν τῷ βαϲκάνῳ δαίμονι νεμεϲήϲαϲ τῷ ἀδελφῷ τοῦτον ἀναιρεῖ φαρμάκῳ, ἔρωτι τῆϲ ἀρχῆϲ. καὶ πονηρῶϲ τὰ πράγματα Ῥωμαίων διαθεὶϲ οὐδὲν ὠμότητοϲ οὐδὲ πλεονεξίαϲ οὐδὲ φονικῆϲ ἐνεργείαϲ ἢ ἑτέρου τινὸϲ παραλέλοιπεν εἶδοϲ ἢ ϲπούδαϲμα, μετὰ τοῦ καὶ ἀκρατὴϲ εἶναι καὶ ἀκόλαϲτοϲ τὰ περὶ τὸ ϲῶμα. οὗτοϲ καὶ Νέρβαν μετέϲτηϲεν ὡϲ ἐπιβουλεύοντα τῆ βαϲιλείᾳ, καὶ Ἀπολλώνιον τὸν Τυανέα ὡϲ φίλον Μέρβᾳ, ϲυλλαβὼν [*](1349 Hesiod, 0. 354 c. sch. 1350 οἰκειακοὶ 30. ═ Lex. Rom. Barocc. 1351 lo. Antioch. fr. 106, FHG 4, 579 ═ EV 1, 186, 13 —29 1352 vs. 29 βίον Georg. 2, 444, 1—11 ═ EV 1, 136, 20— 29 vs. 34—p. 127, 5 cf. I hilostr 8, 8> de Boor, Byz. Zt. 2, 210) [*](1350 Z 559) [*](A(GITFVM)) [*](1349 om. TFV mg. Al 1 ὁ om. A 6 Καλλιγόλᾳ A 15 ὑπέμενεν AM; ὑπέμεινεν GIT 16 ῆ ἐκ Vales. lac. indicavit Büttner- W 1352 om. F 21 Δομετιανόϲ—34 ϲῶμα om. TV 22 ἀριϲτοπολιτείαν Bakk 29 βαϲκάνων A 31 Ῥωμαίων M: Ῥωμαίοιϲ Gl cp. A ὠμότατον M 33 καὶ pr. ss. A 35 Νέρβαν M)

127
ἀπέκειρε καὶ δέϲμιον εἰϲ δικαϲτήριον ἤγαγε. καὶ ἐπεὶ ὁ φιλόϲοφοϲ οὐκ ἐνεδίδου ἐπεγγελῶν τὰ γινόμενα παῤ αὐτοῦ καὶ ἐπιπλήττων τοῖϲ πραττομένοιϲ, αἰϲχυνθεὶϲ διαφῆκεν αὐτόν. τότε φαϲὶ καὶ τὸ πολυθρύλητον ἔποϲ εἰπεῖν τὸν Ἀπολλώνιον· οὐ μέν με κτενέειϲ, ἐπεὶ οὔ τοι μόρϲιμόϲ εἰμι· ἄφαντον γενέϲθαι παραχρῆμα. οὑτοϲ καὶ τοὺϲ φιλοϲόφουϲ καὶ μαθηματικοὺϲ ἐφυγάδευϲεν ἀπὸ Ῥώμηϲ. ἐπὶ τούτου καὶ Ἰωάννηϲ ὁ Εὐαγγελιϲτὴϲ εἰϲ Πότμον ἐξορίζεται. καὶ τοὺϲ ἀπὸ τοῦ γένουϲ Δαβὶδ ἀναιρεῖϲθαι προϲέταξε, καὶ Χριϲτιανοὶ πολλοὶ ἐπ᾿ αὐτοῦ μαρτυροῦϲι Νέρβαϲ δὲ ἀπολύει τῆϲ ἐξορίαϲ Ἰωάννην τὸν Θεολόγον. Ἀδριανὸϲ δὲ πολλὰ ἀνορθώϲαϲ καὶ Λαζοῖϲ ἤτοι Κόλχοιϲ βαϲιλέα ἐπέϲτηϲεν. οὐκ εὐβούλωϲ δὲ τῆϲ Μεϲοποταμίαϲ παραχωρεῖ Πέρϲαιϲ δεηθεῖϲιν αὐτοῦ, κτηθείϲηϲ ὑπὸ Τραιανοῦ Ῥωμαίοιϲ, καὶ τὸν Εὐφράτην ὅρον ποιεῖται τῆϲ ἀρχῆϲ. οὗτοϲ διὰ τὸ φονικὸν καὶ [*](Ε) θηριῶδεϲ ἔχθιϲτοϲ ὢν πρὸϲ τῶν οἰκείων ϲυϲτάντων ἐπ᾿ αὐτῷ κατακτείνεται καὶ παραϲκευαϲαμένουϲ εἰϲπέμψαι ξὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύθερον· καὶ τοῦτον προϲπεϲόντα Δομετιανῷ καθεύδοντι τὸ μεθημερινὸν πατάξαι μέν, οὐ μὴν καιρίαν, ἀναπηδήϲαντοϲ γοῦν ἐκείνου.

1353 Δομέτιοϲ: ὄνομα κύριον.

[*](Δ)

1354 Δομίτιοϲ: ὄνομα κύριον.

[*](Δ)

1355 Δομνῖνοϲ, φιλόϲοφοϲ, Σύροϲ τὸ γένοϲ ἀπό τε Λαοδικείαϲ καὶ Λαρίϲϲηϲ πόλεωϲ Συρίαϲ, μαθητὴϲ Συριανοῦ καὶ τοῦ Πρόκλου ϲυμφοιτητήϲ, ὥϲ φηϲι Δαμάϲκιοϲ. ἐν μὲν τοῖϲ μαθήμαϲιν ἱκανὸϲ ἀνήρ, ἐν δὲ τοῖϲ ἄλλοιϲ φιλοϲοφήμαϲιν ἐπιπολαιότεροϲ. διὸ καὶ πολλὰ τῶν Πλάτωνοϲ οἰκείοιϲ δοξάϲμαϲιν διέτρεψε. καὶ διαλυμηνάμενοϲ ἀποχρώϲαϲ ὅμωϲ εὐθύναϲ τῷ Πρόκλῳ δέδωκε, γράψαντι πρὸϲ αὐτὸν ὅλην πραγματείαν, καθαρτικὴν ὥϲ φηϲιν ἡ ἐπιγραφὴ τῶν δογμάτων τοῦ Πλάτωνοϲ. ἦν δὲ οὐδὲ τὴν ζωὴν ἄκροϲ οἷον ἀληθῶϲ φιλόϲοφον εἰπεῖν· ὁ γὰρ Ἀθήνηϲιν Ἀϲκληπιὸϲ τὴν αὐτὴν ἴαϲιν ἐχρηϲμῴδει Πλουτάρχῳ τε τῷ Ἀθηναίῳ καὶ τῷ Σύρῳ Δομνίνῳ, τούτῳ μὲν αἷμ᾿ ἀποπτύοντι πολλάκιϲ καὶ τοῦτο φέροντι τῆϲ νόϲου τὸ ὄνομα, ἐκείνῳ δὲ οὐκ οἶδα ὅ τι νενοϲηκότι. ἡ δὲ ἴαϲιϲ ἦν ἐμπίπλαϲθαι χοιρείων [*](1352 vs. 10 Ἀδριανὸϲ—13 ἀρχῆϲ cf. Eutrop. 139 vs. 13 οὖτοϲ sq. lo. Antioch. fr. 107, FHG 4, 579 sq. ═ El 82, 3—5, 15—18 1353 ═ Ambr. 896 1354 ═ Ambr. 898 1355 Dam. fr. 134) 2 καὶ—3 πραττομένοιϲ om. VM 3 ἀφῆκεν VM καὶ om. GIT [*](A(GITFVM)) [*](5 οὔ τοι] οὕτω GIT ἄφαντον—παραχρῆμα] καὶ οὕτωϲ ἄφαντον γ. παραχρῆμα τὸν Ἀπολλώνιον V 7 ἐξωρίζετο V 9 αὐτῷ V 9. 10 τὸν Θεολόγον Ἰωάννην M Ἰωάννην om V 10 πολλοὺϲ V 12 κτηθεῖϲιν GIT Ῥωμαίοιϲ AGl: Ῥωμαίων VM om. T 13 ποιῆτε A 14 τὸ θηριῶδεϲ M τῶν] τὸν A 15 ξὺν GI; ξὶν A ϲὺν TM 17 τὸ μεθημερινὸν GIT Exc.; τῷ μεθημερινῷ AM γοῦν om. M 1354 om. G 1355 om. T 22 καὶ alt.—p. 128, 20 ὁμιλίαν om. F καὶ alt.] οὖτοϲ V 24 ἐπιπολαιότεροϲ Toup Hemst.; ἔτι παλαιότεροϲ AM cf. p. 162, 15 ἔϲτι παλαιότεροϲ GI καὶ om. GI τῶν] τοῦ V 25 διέϲτρεψε I διέτριψεν V ἀνέτρεψε M 30 Πύρω A)

128
κρεῶν. ὁ μὲν δὴ Πλούταρχοϲ οὐκ ἠνέϲχετο τῆϲ τοιαύτηϲ ὑγιείαϲ καίτοι οὐκ οὔϲηϲ αὐτῷ παρανόμου κατὰ τὰ πάτρια, ἀλλὰ διαναϲτὰϲ ἀπὸ τοῦ ὕπνου καὶ διαγκωνιϲάμενοϲ ἐπὶ τοῦ ϲκίμποδοϲ ἀποβλέπων εἰϲ τὸ ἄγαλμα τοῦ Ἀϲκληπιοῦ (καὶ γὰρ ἐτύγχανεν ἐγκαθεύδων τῷ προδόμῳ τοῦ ἱεροῦ), ὦ δέϲποτα, ἔφη, τί δὲ ἂν προϲέταξαϲ Ἰουδαίῳ νοϲοῦντι ταύτην τὴν νόϲον: οὐ γὰρ ἂν καὶ ἐκείνῳ ἐμφορεῖϲθαι χοι ρείω κρεῶν ἐκέλευϲαϲ. ταῦτα εἶπεν, ὁ δὲ Ἀϲκληπιὸϲ αὐτίκα ἀπὸ τοῦ ἀγάλματοϲ ἐμμελέϲτατον δή τινα φθόγγον, ἑτέραν ὑπεγράψατο θεραπεία τῷ πάθει. Δομνῖνοϲ δὲ οὐδὲ κατὰ θέμιν πειϲθεὶϲ τῷ ὀνείρῳ, θέμιν τὴν Σύροιϲ πάτριον, οὐδὲ παραδείγματι τῷ Πλουτάρχῳ χρηϲάμενοϲ ἔφαγέ τε τότε καὶ ἤϲθιεν ἀεὶ τῶν κρεῶν. λέγεταί που μίαν εἰ διέλειπεν ἡμέραν ἄγευϲτοϲ ἐπιτίθεϲθαι τὸ πάθημα πάντωϲ, ἕωϲ ἐνεπλήϲθη. τούτῳ οὖν ἤδη προϲγεγηρακότι νεώτεροϲ ὢν ἐντυχεῖν ὁ Ἀϲκληπιόδοτοϲ λέγεται, ἰδεῖν δὲ ἄνθρωπον ἔχοντά τι περιττὸν καὶ ἀϲτεμφὲϲ οὐκ ἀξιοῦντα λόγου πολλοῦ τοὺϲ ἐντυγχάνονταϲ ἰδιώταϲ ἢ ξένουϲ, ἄλλωϲ τε καὶ τοὺϲ ἐπὶ τῷ διαφέρειν αὐχοῦνταϲ, ἀμέλει καὶ ἑαυτῷ προϲενεχθῆναι τραχύτερον. ἐπειδὴ περὶ ἀριθμητικοῦ ὅτου δὴ θεωρήματοϲ οὐκ ἠξίου ὁμολογεῖν πρὸϲ αὐτόν, οἷα δὲ νέοϲ ὢν οὐδὲ ἐνδιδόναι τι μαλθακόν, ἀλλὰ διελέγχειν τὸν λόγον οὕτω θραϲέωϲ ὥϲτε τὸν Δομνῖνον μηκέτι προϲέϲθαι αὐτὸν εἰϲ ὁμιλίαν.

[*](Δ)

1356 Δόμνοϲ: ὄνομα κύριον.

[*](Δ)

1357 Δόμορ.