Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Σ)

61 Ἀβουλεῖν: μὴ βούλεϲθαι, ἢ μὴ βουλεύεϲθαι. Πλάτων.

[*](Σ)

62 Ἀβούλητον κακόν: ἀθέλητον, ὃ οὐ θέλει τιϲ. καὶ Ἀβούλητοϲ. [*](Δ) ὁ μἠ βουλόμενοϲ, Ἀβ ούλιτοϲ δὲ ὄνομα κύριον, διὰ τοῦ ι.

[*](49 ὀδυνηρόν Η, P. Ba 4, 7 51 ═ Ambr. 13 52 ═ Ambr. 19, cf. 24 53 — κύριον cf. Ambr. 33 54 ═Ambr. 100, Εt. M. 3. 24 55 ἁμαρτήματι P, Ba 4, 9, Η ὁ—ἠνία Polyb. fr 90 οἱ—ἐβοήθουν Polyb. fr. 91 56 ═Ambr. 4 57 ἀβλῆτα ὀϊϲτόν cf. Et. M. 3. 3 5, sch . Δ 117 58 ἰϲχυρόν P, Ba 4, 10, cf. Et. M. 3, 27, H, Ambr. 56 et 70 κατέϲτρεψεν sq. Aelian. fr. 179; λ 135 59 Ἀβολήτωρ Ambr 8, cf. Et. M. 4. 6 ἄβολοϲ— vs 20 ὀδόνταϲ P, Et. M. 3, 54: ἐξ —ζώου cf Et. M. νέοϲ — γνώριϲμα ═ sch. Pl. Leg. 834c cf. H; ἀβόλου sq ═ P 60 ὁ sq. Polyb fr. 92 61 ═ P, Ba 4, 15; Pl. Rep. 437 c 62 τιϲ ═Ba 4,12 cf. 6,10 ═ P ἀβούλητοϲ —βουλόμενοϲ cf. Et. M. 3, 51, Ambr. 32. Ἀβούλιτοϲ sq. ═Ambr. 12)[*](49 Ζ 6 53 Ζ 6 59 cf. ν. Γ 345; hinc v. κατηρτυκότα; Ζ 3 60 cf. 64; 7 12 62 Ζ 9)[*](AG(ITFSM))[*]( 50 ex GIT; post 45 G 3 ὁ ΙT om. G 7 Ἄβιτοϲ sec.nov.gl A F M 14 καὶ ἀβλῆτα —15 ἀβλῆτοϲ om. A S 16 Ἀβληχρήν] Ἀβληχρόν M 19 κα ἄβολιϲ ἤ | ὀ lac. ἄβολιϲ A ὁ S ἄβολοϲ om. A 20 οὐδέπω] οὐδέποτε A. 22 δι’ ἐξ] cS κατηρτυκότα s. v. et 346, sch κατηρυκότα A M κατηρρυκότα GT 28 βούλεϲθαι— βουλεύεϲθαι A l Ba βουλεύεϲθαι — βούλεϲθαι G SM Phot.)
9

63 Ἀβουλία: ἀπαιδευϲία, ἄνοια. καὶ μωρία.

[*](ΣΔ)

64 Ἀβούλωϲ: ἀφρόνωϲ, ἀμαθῶϲ. ϲτίχοϲ· κακῶϲ, ἀβούλωϲ, ἀφρόνωϲ, [*](Σ) ἄνευ λόγου.

65 Ἀβ ωνοτειχίτηϲ: ὄνομα κύριον.

[*](Δ)

66 Ἄβ ωρα: ὄνομα τόπου.

[*](Δ)

67 Ἀβωριγῆνεϲ. ἔθνοϲ. Ἀβοριγῖνοι δέ.

[*](Δ)

68 Ἄβρα: οὔτε ἁπλῶϲ θεράπαινα οὕτε ἡ εὔμορφοϲ θεράπαινα λέγεται, [*](Σ) ἀλλ’ οἰκότριψ γυναικὸϲ κόρη καὶ ἔντιμοϲ, εἴτε οἰκογενὴϲ εἴτε μή. Μένανδροϲ Ψευδηρακλεῖ· μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυεῖν ταύταιν. τρέφει δὲ παλλακή τιϲ τοῦ πατρὸϲ αὐτὰϲ, ἄβρα τῆϲ μητρὸϲ αὐτῶν γενομένη. Σικυωνίῳ· καὶ ἄβραν γὰρ ἀντωνούμενοϲ ἐρωμένην, ταύτῃ μὲν οὐ παρέδωκ’ ἔχειν, τρέφειν δὲ χωρὶϲ, ὡϲ ἐλευθέρᾳ πρέπει. Ἀπίϲτῳ· ὤμην εἰ τὸ χρυϲίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺϲ ἠγοραϲμένην ἄβραν ἔϲεϲθαι. Ἰάμβλιχοϲ· ἐπεὶ δὲ τοῦτο χαλεπὸν ἦν καὶ [*](Ε) ϲπάνιόν τι τὸ τῆϲ οἰκουροῦ φυλαττούϲηϲ καὶ ἄβραϲ τινὸϲ ἄλληϲ ϲυμπαρούϲηϲ, ἀναπείθει τὴν κόρην λαθοῦϲαν τοὺϲ γονεῖϲ ἀποδρᾶναι.

69 Ἀβραάμ· ὁ πρῶτοϲ ἐν πατριάρχαιϲ· εἰϲ ὃν ἀπεϲεμνύνετο δῆμοϲ ὁ τῶν Ἑβραίων τὸ πρότερον, πρὶν ἢ θεοῦ ἀποϲκιρτῆϲαι καὶ γενέϲθαι τούτου ἀλλότριοι καὶ τὸ τοῦ μονογενοῦϲ υἱοῦ αὐτοῦ αἷμα ἐφ’ ἑαυτοὺϲ ἐπιϲπάϲαϲθαι. οὗτοϲ ἐκ μὲν τῆϲ Χαλδαίων γῆϲ ὑπῆρχεν ὁρμώμενοϲ, τῶν περὶ τὰ μετέωρα καὶ τοὺϲ ἀϲτέραϲ τὸν βίον ὅλον καταναλιϲκόντων. ἀϲκηθεὶϲ οὖν κατὰ τὸν πάτριον νόμον τὰϲ τῶν ἐπουρανίων ἀϲτέρων κινήϲειϲ καὶ ϲτοχαϲάμενοϲ ὡϲ οὐκ ἐν τούτοιϲ ἵϲταται τὸ μεγαλουργὸν τῆϲ φαινομένηϲ ταυτηϲὶ κτίϲεωϲ, ἀλλ’ ἔχει τινὰ τὸν δημιουργὸν τὸν καὶ κινοῦντα καὶ διευθύνοντα τὴν ἐναρμόνιον τῶν ἀϲτέρων πορείαν καὶ τοῦ κόϲμου παντὸϲ τὴν κατάϲταϲιν, καὶ διὰ τοῦ μεγέθουϲ καὶ τῆϲ καλλονῆϲ τῶν κτιϲμάτων τὸν γενεϲιουργὸν αὐτῶν, ὡϲ ἐνῆν, θεωρήϲαϲ οὐκ ἔϲτη μέχρι τούτων, οὐδὲ τὴν ἔφεϲιν εἰϲ ταῦτα κατεδαπάνηϲεν, ἀλλὰ τῶν οὐρανίων ἀψίδων ὑπεραρθεὶϲ καὶ πᾶϲαν διαβὰϲ τὴν νοητήν τε καὶ ὑπερκόϲμιον ϲύμπηξιν οὐκ ἀπέϲτη τοῦ ζητουμένου, ἕωϲ οὗ ὁ ποθούμενοϲ ἑαυτὸν αὐτῷ ἐφανέρωϲε τύποιϲ τε καὶ μορφώμαϲιν, οἷϲ ἑαυτὸν ἐμφανίζει ὁ ἀφανὴϲ καὶ ἀόρατοϲ. καὶ μετανάϲτην αὐτὸν ἐκ τῆϲ πατρίδοϲ λαβὼν ἐπὶ τὴν Χανανῖτιν κατέϲτηϲε, τὸν ἐνενηκοϲτόν που καὶ ἔνατον ἤδη χρόνον παρέλκοντα· καὶ ἄπαιδα μέχρι τότε τυγχάνοντα γεννήτορα τοῦ θαυμαϲίου καὶ μάκαροϲ κατέϲτηϲεν [*](63 ἄνοια P, Ba 4, 13 μωρία Ambr. 69. Η 64 — ἀμαθῶϲ ═ P, Ba. 4, 14. Η 65 cf. Ambr 57 66 cf. Ambr. 6 67 cf Steph. Hyz., Ambr 11et47 68 ἔϲεϲθαι P cf Ael. D. fr. 1 ex Eust. O 1854,17, Ba 4, 22, Et. M. 4, 22; Men. com. fr. 520, 438, 64 Ἰάμβλιχοϲ sq. fr. 18) [*](63 — 64 Z 9 65 Z 5 68 Z 9) [*](2 ἀφρόνωϲ— 3 ἄνευ om.S ϲτίχοϲ — ἀφρόνωϲ om. M ϲτίχοϲ et ἀβούλωϲ, ἀφρόνωϲ AG(ITSMB) om. B Zon. 67 mg. S 6 Ἀβοριγῖνοι δέ mg. A (om δέ) om. S 9 δυεῖν A G B Phot δυοῖν l TM 14 χαλεπόν] λεπτόν M 20 Χαλδαίων] τῶν Χ. S 31 οὗ om M αὐτῷ om. A 32 οἷϲ A M καὶ οἶϲ G 1T 33 Xανανῖτιν Xαυνῖτιν A 34 ἔνατον A G M ἔννατον ΙΤS)

10
ϲτηϲεν Ἰϲαὰκ, ἵν’ ἔχοι μονογενῆ υἱὸν καὶ πρωτότοκον, τοῦ μονογενοῦϲ καὶ πρωτοτόκου μυϲτικὴν εἰκόνα προδιαγράφοντα· τοῦτο γέραϲ. αὐτῷ κατ’ ἐξαίρετον χαριϲάμενοϲ, τὸ δοῦλον καὶ φίλον καὶ πατέρα χρηματίϲαι τοῦ μονογενοῦϲ υἱοῦ κατὰ ϲάρκα, τοῦ τὸν κόϲμον ὅλον δημιουργήϲαντοϲ. οὗτοϲ εὗρε μὲν ἱερὰ γράμματα καὶ γλῶϲϲαν ἐμηχανήϲατο, ἧϲ Ἑβραίων παῖδεϲ ἐν ἐπιϲτήμῃ ἐτύγχανον, ὡϲ ὄντεϲ τούτου μαθηταὶ καὶ ἀπόγονοι. ἐκ τούτου καὶ τὰ Ἑλλήνων γράμματα τὰϲ ἀφορμὰϲ ἔλαβον, κἂν ἄλλωϲ καὶ ἄλλωϲ ἑαυτοὺϲ διαπαίζοντεϲ ἀναγράφωϲιν Ἕλληνεϲ. καὶ τούτου μαρτύριον ἡ τοῦ Ἄλφα φωνὴ τοῦ πρώτου ϲτοιχείου καὶ ἄρχοντοϲ, ἀπὸ τοῦ Ἄλεφ Ἑβραίου λαβόντοϲ τὴν ἐπίκληϲιν τοῦ μακαρίου καὶ πρώτου καὶ ἀθανάτου ὀνόματοϲ. ἐκ τούτου καὶ τὰ ὀνείρων βιβλία ἐϲφετερίϲαντο Ἕλληνεϲ. καὶ μάρτυϲ Ἰωϲὴφ ὁ πανθαύμαϲτοϲ ὁ τούτου ἀπόγονοϲ, ὁ τοῦ Φαραὼ τὰ ἐνύπνια ὡϲ ἔμελλον ἀποβήϲεϲθαι διηγούμενοϲ. τοῦτό μοι καὶ Φίλων, ἐξ Ἑβραίων φιλόϲοφοϲ, ἐν τῷ τοῦ Πολιτικοῦ βίῳ ϲυνεπιμαρτυρήϲεται, Φίλων, περὶ οὗ ἐρρήθη, Φίλων πλατωνίζει, καὶ Πλάτων φιλωνίζει. [*](Ε)ὅτι ἤρξατο ἡ εἰδωλολατρεία ἀπὸ Σεροὺχ ἕωϲ τῶν χρόνων Θάρρα τοῦ πατρὸϲ Ἀβραάμ. ὃϲ Ἀβραὰμ ὑπάρχων ἐτῶν ιδ΄ καὶ θεογνωϲίαϲ ἀξιωθεὶϲ ἐνουθέτει τὸν πατέρα αὐτοῦ, λέγων· τί πλανᾷϲ τοὺϲ. ἀνθρώπουϲ διὰ κέρδοϲ ἐπιζήμιον (τουτέϲτι τὰ εἴδωλα); οὐκ ἔϲτιν ἄλλοϲ θεὸϲ εἰ μὴ ὁ ἐν τοῖϲ οὐρανοῖϲ, ὁ καὶ πάντα τὸν κόϲμον δημιουργήϲαϲ. ὁρῶν γὰρ τοὺϲ ἀνθρώπουϲ κτιϲματολατροῦνταϲ διήρχετο διαπονούμενοϲ καὶ τὸν ὄντωϲ ὄντα θεὸν ἐκζητῶν ἐκ φιλοθέου καρδίαϲ. ὁρῶν δὲ τὸν οὐρανὸν ποτὲ μὲν λαμπρὸν, ποτὲ δὲ ϲκοτεινὸν. ἔλεγεν ἐν ἑαυτῷ· οὐκ ἔϲτιν οὗτοϲ θεόϲ. ὁμοίωϲ καὶ τὸν ἥλιον καὶ τὴν ϲελήνην, τὸν μὲν ἀποκρυπτόμενον καὶ ἀμαυρούμενον , τὴν δὲ φθίνουϲαν καὶ ἀπολήγουϲαν, ἔφηϲεν· οὐδ’ οὗτοί εἰϲι θεοί. καὶ μέντοι καὶ τὴν τῶν ἀϲτέρων κίνηϲιν, ἐκ τοῦ πατρὸϲ γὰρ ἐπαιδεύετο τὴν ἀϲτρονομίαν, καὶ ἀπορῶν ἐδυϲχέραινεν. ὤφθη δὲ αὐτῷ ὁ θεὸϲ καὶ λέγει αὐτῷ· ἔξελθε ἐκ τῆϲ γῆϲ ϲου καὶ ἐκ τῆϲ ϲυγγενείαϲ ϲου. καὶ λαβὼν τὰ εἴδωλα τοῦ πατρὸϲ καὶ τὰ μὲν κλάϲαϲ τὰ δὲ ἐμπυρίϲαϲ ἀνεχώρηϲε μετὰ τοῦ πατρὸϲ ἐκ γῆϲ Χαλδαίων· καὶ ἐλθόντοϲ εἰϲ Χαρρὰν, ἐτελεύτηϲεν ὁ πατὴρ αὐτοῦ. καὶ ἐξελθὼν ἐκεῖθεν ἐν λόγῳ Κυρίου ἦλθε ϲὺν τῇ γυναικὶ Σάρρᾳ καὶ τῷ ἀνεψιῷ Λὼτ μετὰ πάϲηϲ αὐτῶν τῆϲ ἀποϲκευῆϲ εἰϲ τὴν ὀφειλομένην γῆν Χαναὰν, ἣν οἱ Χαναναῖοι τυραννικῶϲ ἀφελόμενοι ᾤκηϲαν. λιμοῦ δὲ γενομένου καταλιπῶν τὴν Χαναναίων γῆν εἰϲ Αἴγυπτον ἀπῄει, οὐ τὴν γυναῖκα Σάρραν Ἀβιμέλεχ ἥρπαϲεν ὁ βαϲιλεύϲ. τοῦτον ὁ θεὸϲ ἐκδειματώϲαϲ καὶ πάρεϲιν [*](69 p. 10, 16 cf. Phot. bibl. 86b 25. vs.17 —1 8 Georg. 92,11 —12cf. Malal 55, 5 —6; vs. 18 ὅϲ — p.11, ἐγένετο Georg. 93, 16 — 95, 17 p. 11, 7 ὑποϲτρέφων 12 θεοῦ Georg. 100. 17 — 26, 101, 5 — 7) [*](69 p. 10, 7 — 11 hinc 1445; 10, 16 cf. v. Φίλων: 17 —18 cf. ν Σερούχ 1) [*](A( GITSM))[*]( 16 ἐρρήθη] ἐρρέθη SM 27 θεοί om. A 28 τήν —κίνηϲιν A Mac (om. τήν) Georg. τῇ κινήϲει τῶν ἀϲτέρων GI T τῇ ἀϲτέρων κινήϲει M 29 καί om. M)
11
τῶν μελῶν ἐπάξαϲ, ἀπόδοϲ, ἔφη, τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτηϲ ἐϲτὶ καὶ προϲεύξεται περὶ ϲοῦ καὶ ζήϲειϲ. εἰ δὲ μὴ ἀποδῷϲ. γνῶθι ὅτι ἀποθανῇ ϲὺ καὶ τὰ ϲὰ πάντα. καὶ οὕτωϲ ἀπολαβὼν τὴν γυναῖκα ἀμίαντον καὶ προϲευξάμενοϲ ἰαθῆναι ἐποίηϲε τῆϲ παρέϲεωϲ Ἀβιμέλεχ καὶ τὸν οἶκον αὐτοῦ. ἔκτοτε τιμῶν αὐτὸν ὁ βαϲιλεὺϲ καὶ προϲέχων τοῖϲ ὑπ’ αὐτοῦ λεγομένοιϲ, διδάϲκαλοϲ εὐϲεβείαϲ καὶ πολυπειρίαϲ Αἰγυπτίοιϲ ἐγένετο. ὁ αὐτὸϲ Ἄβραμ ὑποϲτρέφων ἐκ τοῦ πολέμου τῆϲ εὐλογίαϲ τοῦ Μελχιϲεδὲκ κατηξίωται, τοῦ βαϲιλέωϲ Σαλὴμ, ὃϲ ἐξήνεγκεν αὐτῷ ἄρτουϲ καὶ οἶνον. ἦν δὲ καὶ ἱερεὺϲ τοῦ Ὑ ψίϲτου. καὶ ἔδωκεν αὐτῷ Ἄβραμ δεκάτην ἀπὸ πάντων. ἦν δὲ ὁ Μελχιϲεδὲκ ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητοϲ, ἀφωμοιωμένοϲ τῷ υἱῷ τοῦ θεοῦ. τῷ δὲ Ἄβραμ ἀτεκνίαν ὀλοφυρομένῳ καθ’ ὕπνουϲ ἐπιδείξαϲ ὁ θεὸϲ τοὺϲ ἀϲτέραϲ κατὰ τὸ πλῆθοϲ αὐτῶν ἔϲεϲθαί οἱ τὸ ϲπέρμα προεδήλου. ὁ δὲ ἐπίϲτευϲε τῷ θεῷ, καὶ ἐλογίϲθη αὐτῷ εἰϲ δικαιοϲύνην. ἡ δὲ Σάρρα ϲτεῖρα οὖϲα ϲυνεχώρηϲεν Ἄβραμ ἀπὸ τῆϲ παιδίϲκηϲ παιδοποιήϲαϲθαι· καὶ ἴϲχει τὸν Ἰϲμαήλ. ἐνενήκοντα δὲ καὶ ἐννέα ἐτῶν ὄντι τῷ Ἄβραμ ἐπιφανεὶϲ ὁ θεὸϲ Ἀβραὰμ μετωνόμαϲεν· Ἄβραμ γὰρ πρώην ὠνομάζετο· ὁμοίωϲ καὶ τὴν Σάραν Σάρραν, προϲθεὶϲ καὶ ἕτερον ρ. καὶ περιέτεμε τὸν Ἰϲμαὴλ καὶ πάνταϲ τοὺϲ ἐξ αὐτοῦ. Κύριοϲ δὲ τῷ Ἀβραὰμ ἐπιξενωθεὶϲ ἐπηγγείλατο τέξεϲθαι Σάρραν αὐτῷ παῖδα. ἡ δὲ ἐμειδίαϲε, καὶ Ἰϲαὰκ τὸ γεννηθὲν προϲηγορεύθη, φερωνύμωϲ τῷ μεθ’ ἡδονῆϲ γέλωτι κατὰ τὴν Ἑβραΐδα διάλεκτον. καὶ Ἀβραμιαῖοϲ: [*](Σ) ὁ ἁπόγονοϲ Ἀβραὰμ, ἢ γιγαντιαῖοϲ, ἱεροπρεπήϲ.

70 Ἁβ ρὰ βαίνων: θρυπτόμενοϲ. βλακευόμενοϲ. ἐκεῖνοϲ ὄντωϲ [*](Σ) ἁβρὰ βαίνων ἐδόκει ἔχων τὰϲ ὀφρῦϲ ὑπερηρμέναϲ ἄνω.

71 Ἀβέλτεροϲ νοῦϲ, χαῦνοϲ, εὐή θηϲ, ν έοϲ.

[*](Σ?)

72 Ἀβ ρανῖτιϲ: χώρα.

[*](Δ)

73 Ἁβ ραῖϲ: ἁπαλαῖϲ, τρυφεραῖϲ. Αἰλιανόϲ· ἐπὶ κλίναιϲ μάλα ἁβραῖϲ [*](Ε) καὶ ϲτρωμναῖϲ ὕφει τινὶ ὑπερηφάνῳ κεκοϲμημέναιϲ ἐπιθένταϲ.

74 Ἀβρέαϲ: ὄνομα κύριον.

[*](Δ)

75 Ἀβρεττηνή: χώρα, ἡ λεγομένη Μυϲία.

[*](Δ)

76 Ἀβρηλία: χώρα. καὶ Ἀβρηλιανὸϲ καὶ Ἀβ ρήλιοϲ,ὀνόματα κύρια.

[*](Δ)

77 Ἀβρικέϲτερον: τὸ ἀληθέϲτερον.

[*](Δ)

78 Ἄβ ρικτον: τὸ δύϲκωφον. ἤτοι τὸ ἐκ μέρουϲ ἀκοῦον

[*](Δ)[*](69 p. 11 Ἀβραμιαῖοϲ sq. =P ; γιγαντιαῖοϲ sq. ═ Ba 4, 26 70 —βλακευόμενοϲ  ═ P , Ba 4, 20 73 τρυφεραῖϲ cf. B ἐπί sq. Aelian. fr 50 74 ═ Ambr. 16 75 cf. Ambr 75 76 l. cf. Ambr. 78; Ἀβρηλιανόϲ sq.  ═ Ambr. 39 et 34 77 cf. Η v. ἀβριβέϲτερον 78 δύϲκωφον  ═ Ambr. 83, Η)[*](69 p. 11, 11 cf v. Μελχιϲεδέκ 1; vs 20 — 22 hinc v. Ἰϲαάκ; vs. 22 — 3 Ζ 9 70 Ζ 9 72 Ζ 8 73 cf. v. δάϲ; Ζ 9, Vind. 36 74— 78 Ζ 10)[*](5 βαϲιλεύϲ] βαϲιλεὺϲ ἦν M 6 ὑπ’ αὐτοῦ λεγομένοιϲ M Georg. λεγομένοιϲ A(GΙTSM) ἦν A GIT διδάϲκαλοϲ A Georg. δ. οὖν ὁ Ἀβραάμ GI TM 11 ἀφωμοιωμένοϲ GIT Georg. ἀφομοιωμένοϲ ΑΜ 22 καί om. M, nov. gl. 25 ὑπερηρμέναϲ] ἐπαρμέναϲ S 33 Ἀβρικέϲτεποω]ἀκριβέϲτεποω S 34 ἤτοι—ἀκοῦον ex GIT )
12
[*](Δ)

79 Ἀβρίξαι: τὸ ἀπὸ βορᾶϲ νυϲτάξαι ἢ κοιμηθῆναι.

[*](Δ)

80 Ἀβριόρηξ: ὄνομα κύριον.