Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Δ)

41 Ἀβιάθαρ: ὄνομα κύριον.

42 Ἀβίαϲ· υἱὸϲ Ῥοβοὰμ, τοῦ υἱοῦ Σολομῶντοϲ, ὃϲ ἑπολέμηϲεν Ἱεροβοὰμ τῷ δούλῳ Σολομῶντοϲ καὶ ἐν μιᾷ ἡμέρᾳ ἀνεῖλεν ἄνδραϲ δυνα- τοὺϲ αφ΄.

[*](Δ)

43 Ἀβίγαϲ: ποταμόϲ.

[*](Δ)

44 Ἀβιέζερ: ὄνομα κύριον.

[*](Δ)

45 Ἀβιμέλεχ: ὄνομα κύριον. υἱὸϲ Γεδεών. οὗτοϲ ἐπάταξε τοὺϲ [*](Ε) ἀδελφοὺϲ αὐτοῦ ἐκ τῶν ἐλευθέρων ἄνδραϲ ἐβδομήκοντα ἐπὶ λίθον ἕνα, ἐξ ὧν οὐκ ἀπελείφθη πλὴν Ἰωάθαμ τοῦ νεωτέρου διαδράντοϲ. ὃϲ καὶ παραπορευομένου τοῦ Ἁβιμέλεχ μετὰ τοῦ λαοῦ ἀνῆλθεν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρουϲ, καὶ ἐπάραϲ τὴν φωνὴν αὐτοῦ ἔφη πρὸϲ αὐτοὺϲ παραβολὴν τοιαύτην. ἀκούϲατέ μου, ἄνδρεϲ Σικίμων, καὶ ἀκούϲει ὑμῶν ὁ θεόϲ. πορευόμενα ἐπορεύθηϲαν τὰ ξύλα τοῦ χρίϲαι βαϲιλέα ἐφ’ ἑαυτῶν. καὶ εἶπαν τῆ ἐλαίᾳ· βαϲίλευϲον ἐφ’ ἡμῶν. καὶ εἶπεν αὐτοῖϲ ἡ ἐλαία· ἀφεῖϲα τὴν πιότητά μου, ἣν ἐδόξαϲεν ἐν ἐμοὶ ὁ θεὸϲ καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων, καὶ εἶπον τὰ ξύλα τῇ [*](32 ἀβέλτηρία ἡ ἀφροϲύνη ═Ambr. 68, Ι ἀνοηϲία P, Ba 4, 5, Et. M . 3,17 εἰϲ τοῦτο sq. Men. Prot. fr. 67, FH 4, 269 34 ἀβύρβηλον sq. cf. Ba5,8,P.H 35 —κύριον ═Ambr.31 ( ═61) 36 ═Ambr. 5 37 ═Ambr. 10 38 ═Ambr. 55, Σ cf. H 44 ═Ambr. 15 45 —κύριον ═Ambr.42 ὑιόϲ sq. Georg. 148, 2—149, 20) [*](33 e v. B 468 cf. v. Μαμμακύθοι 34 cf. 102 Ζ 3 38 —42 Ζ 5 43 Ζ 6 45 hinc v. Ἰωάθαμ, Ζ 6) [*](A2 et AG)[*]( 1 ἀβελτηρία A G TB Et. Laur. 59,16 ἀβελτερία S Phot. Ba. Hes. 33 om. S (TFSMB) 5 Μαμμακύθοι AGT s. v. Μαμμακούθοι FB cf. B 468 8 ἀπεχθέϲ] ἀπαχθέϲ S (et 13, 25) 9 Ἀβεϲαλώμ] Ἀβεϲϲαλώμ ΑΤ, 2 Reg.13,22, cf. Ios. Ant. 7,21, 7 10 ὑπ’ αὐτοῦ A om. rell 38 — 39 om. S 17 ὅϲ] οὗτοϲ S 18 Σολομῶντοϲ] Σολομῶνοϲ A 22 ὄνομα κύριον om. TS οὗτοϲ A om. rell. 24 τοῦ νεωτέρου inc. A 29 εἶπαν A εἶπον rell cf. Georg ἡμῶν A ἡμᾶϲ GT cf. Georg item in sqq.)

7
ϲυκῇ· δεῦρο, βαϲίλευϲον ἐφ’ ἡμᾶϲ. καὶ εἶπεν αὐτοῖϲ ἡ ϲυκῆ· ἀφεῖϲα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν τῶν ξύλων; καὶ εἶπον τὰ ξύλα πρὸϲ τὴν ἄμπελον· δεῦρο, βαϲίλευϲον ἐφ’ ἡμῶν. καὶ εἶπεν αὐτοῖϲ ἡ ἄμπελοϲ· ἀφεῖϲα τὸν οἶνόν μου καὶ τὴν εὐφροϲύνην τῶν ἀνθρώπων πορευθῶ ἄρχειν τῶν ξύλων; καὶ εἶπὸν πάντα τὰ ξύλα τῇ ῥάμνῳ· δεῦρο, ϲὺ βαϲίλευϲον ἐφ᾿ ἡμᾶϲ. καὶ εἶπεν ἡ ῥάμνοϲ πρὸϲ τὰ ξύλα· εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖϲ τοῦ βαϲιλεύειν ἐφ᾿ ὑμᾶϲ, δεῦτε, ὑποϲτῆτε ἐν τῇ ϲκιᾷ μου, καὶ εἰ μὴ, ἐξέλθοι πῦρ ἀπ᾿ ἐμοῦ καὶ καταφάγῃ τὰϲ κέδρουϲ τοῦ Λιβάνου. καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ ὁϲιότητι ἐποιήϲατε μετὰ τοῦ πατρόϲ μου καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ ἐβαϲιλεύϲατε τὸν Ἀβιμέλεχ υἱὸν τῆϲ παιδίϲκηϲ αὐτοῦ ἐπὶ τοὺϲ ἄνδραϲ Σικίμων, εὐφρανθείητε ἐν αὐτῷ, καὶ εὐφρανθείη καί γε αὐτὸϲ ἐν ὑμῖν· εἰ δὲ μὴ, ἐξέλθοι πῦρ ἐξ Ἀβιμέλεχ καὶ καταφάγοι τοὺϲ ἄρχονταϲ ὑμῶν καὶ τοὺϲ οἴκουϲ αὐτῶν· καὶ ἐξέλθοι πῦρ ἐκ τῶν ἀνδρῶν Σικίμων καὶ καταφάγοι τὸν Ἀβιμέλεχ. καὶ ἀπέδρα Ἰωάθαμ ἀπὸ προϲώπου Ἀβιμέλεχ ἀδελφοῦ αὐτοῦ. ὁ δὲ Ἀβιμέλεχ ἦρξεν ἐπὶ τὸν Ἰϲραὴλ ἔτη τρία. καὶ ἐξαπέϲτειλεν ὁ θεὸϲ πνεῦμα πονηρὸν ἀνὰ μέϲον Ἀβιμέλεχ καὶ ἀνὰ μέϲον ἀνδρῶν Σικίμων. καὶ ἠθέτηϲαν οἱ ἄνδρεϲ Σικίμων ἐν τῷ οἴκῳ Ἀβιμέλεχ τοῦ ἐπαγαγεῖν ἀδικίαν καὶ τὸ αἷμα τῶν ο΄ υἱῶν Γεδεὼν ἐπὶ τὴν κεφαλὴν Ἀβιμέλεχ. καὶ γὰρ ἀπελθὼν πολεμῆϲαι πύργον καὶ προϲεγγίϲαϲ τῇ θύρᾳ τοῦ πύργου ἐμπρῆϲαι αὐτὴν, ἔρριψε γυνὴ κλάϲμα μύλου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ϲυνέτριψε τὸ κράνιον αὐτοῦ. καὶ ἐπιβοήϲαϲ ταχὺ εἶπε πρὸϲ τὸν αἴροντα αὐτοῦ τὰ ϲκεύη· ϲπάϲον τὴν ῥομφαίαν ϲου καὶ θανάτωϲόν με, μή ποτε εἴπωϲιν· γυνὴ αὐτὸν ἀπέκτεινε. καὶ κεντῆϲαν αὐτὸν τὸ παιδάριον ἀνεῖλε. καὶ ἐπέϲτρεψεν ὁ θεὸϲ τὴν πονηρίαν Ἀβιμέλεχ, ἣν ἐποίηϲε τῷ πατρὶ αὐτοῦ ἀποκτείναϲ τοὺϲ ο′ ἀδελφοὺϲ αὐτοῦ. καὶ πᾶϲαν τὴν πονηρίαν ἀνδρῶν Σικίμων ὲπέϲτρεψεν ὁ θεὸϲ εἰϲ τὴν κεφαλὴν αὐτῶν κατὰ τὸν λόγον καὶ τὴν παροιμίαν Ἰωάθαμ.

46 Ἄβιννα: ὄνομα πόλεωϲ.

[*](Δ)

47 Ἄβιοϲ· Ἀντιφῶν τὸν ἄβιον ἐπὶ τοῦ πολὺν τὸν βίον τάττει κεκτημένου.[*](Harp.) ὥϲπερ καὶ Ὅμηροϲ τὸ ἄξυλον ἀντὶ τοῦ πολύξυλον.

48 Ἀβιούδ: ὄνομα κύριον.

[*](Δ)[*](46 ═Ambr. 64 47 Harp. ═ P cf. Poll. 6,196 Antiph. fr. 119; Λ 155)[*](46 Ζ 8 47 Ζ 6)[*](1 δεῦρο] δεῦρο καί A ἡμᾶϲ AGT ἡμῶν MB 3 τῶν om. A AG(TFSMB) 4 ἡμῶν] ἡμᾶϲ GT 5 τῶν F om. rell., rasura in A, cf. Georg. 9 ἐξέλθοι A ἐξέλθῃ GT 13 ὑμῖν] ἡμῖν A 21 πύργον A Georg. πύργον ὥϲτε καθελεῖν GTB ὡ κ. πύργον S 22 ἔρριψε —23 ταχύ AM Fγρ Βγρ Georg. ϲυνετρίβη τὴν κεφαλὴν κλάϲμα μ. γυναικὸϲ κατενεγκούϲηϲ (ἐνεγκούϲηϲ B) κατ᾿ αὐτοῦ καί GTFSB κεφαλὴν αὐτοῦ M (γρ FB) Georg. κεφαλήν A 24 αὐτοῦ τὰ ϲκεύη A τὰ ϲ. αὐτοῦ rell cf. Georg. ϲπάϲον AMac Bc ϲπάϲαι GTSM c Bac Georg. 25 (κεν τῆϲαν inc. I 27 τούϲ S Georg. om. rell. 29 τὴν GITM Georg. κατὰ τήν A 33 Ἀβιούδ] Ἀβιϲάδ GIT)
8
[*](Σ)

49 Ἀβίωτον: κακὸν ἀηδὲϲ, ὀδυνηρόν. ὁ δὲ ἀβιώτωϲ εἶχεν, εἰ μὴ [*](Δ) κρατήϲοι τῆϲ πόλεωϲ. καὶ Ἀβίωτοϲ, ὁ μὴ ζῶν.

50 Ἀβίωτοϲ: ὁ πολυβίωτοϲ, μακροβίωτοϲ, βιωτικόϲ· πλὴν τοῦ βίοτοϲ, βιοτὴ καὶ βιοτεύω ῥῆμα.

[*](Δ)

51 Ἀβιϲάκ: ὄνομα κύριον.

[*](Δ)

52 Ἀβίϲαροϲ: ὄνομα τόπου.

[*](Δ)

53 Ἄβιτοϲ: ὄνομα κύριον. Ἄβιτοϲ τὴν ἀϲκητικὴν καλύβην ἐπήξατο.

[*](Δ)

54 Ἀβλεμέωϲ. ἀφροντίϲτωϲ.

[*](Σ)

55 Ἀβλεπτήματι: ἁμαρτήματι. ὁ δὲ φέρων ἐκαρτέρει τὰ τῶν ἰδιωτῶν [*](Ε) ἀβλεπτήματα, τὰ δὲ τῶν λογικωτέρων αὐτὸν ἠνία. καὶ Ἀβλεπτοῦντεϲ. [*](Ε) οἱ δὲ ἀβλεπτοῦντεϲ καὶ αἰδούμενοι ἀντοφθαλμεῖν πρὸϲ τὸν Φίλιππον ἐβοήθουν.

[*](Δ)

56 Ἄβληροϲ: ὄνομα κύριον.

[*](Δ)

57 Ἀβλῆτα: βέλη, τὰ μὴ πεμφθέντα εἰϲ τρῶϲιν. καὶ ἀβλῆτα ὀϊϲτὸν. [*](Etym)τὸν κακόβλητον ἢ τὸν μήπω βεβλημένον. κλίνεται δὲ ἀβλὴϲ, ἀβλῆτοϲ.

[*](Σ)

58 Ἀβ ληχρήν: ἀϲθενῆ. βληχρὸν γὰρ τὸ ἰϲχυρόν. Αἰλιανόϲ· κατέϲτρεψεν [*](Ε) οὖν τὸν βίον πράωϲ τε καὶ ϲὺν γαλήνῃ καὶ ἀβληχρῷ θανάτῳ, ὅνπερ οὖν ἐπαινεῖν καὶ Ὅμηροϲ δοκεῖ μοι.

[*](Δ)

59 Ἀβολήτωρ καὶ Ἄβ ολιϲ. ἢ Ἄβολοϲ, ὄνοϲ ὁ μηδέπω βεβληκὼϲ [*](Σ) ὀδόνταϲ, ἐξ οὗ γνωρίζεται ἡ ἡλικία τοῦ ζῴου. ἐκ δὲ τούτου ὁ νέοϲ οὐδέπω γνώμονα ἔχων. γνώμονα δὲ ἔλεγον τὸν βαλλόμενον ὀδόντα, δι’ οὐ τὰϲ ἡλικίαϲ ἐξήταζον· τὸν δὲ αὐτὸν καὶ κατηρτυκότα ἔλεγον, ἐκ μεταφορᾶϲ τῶν τετραπόδων. καὶ ἀπογνώμοναϲ τοὺϲ ἀπογεγηρακόταϲ, οἷϲ ἐλελοίπει τὸ γνώριϲμα. καὶ Ἀβόλουϲ πώλουϲ, τοὺϲ μηδέπω βεβληκόταϲ ὀδόνταϲ.

60 Ἀβουλεί: ἀβούλωϲ, ἀφρόνωϲ, ἀμαθῶϲ. ὁ δὲ οὐ ϲφόδρα ϲτοχαζόμενοϲ [*](Ε) τῆϲ τοῦ βαϲιλέωϲ γνώμηϲ ἀβουλότατα διεπράξατο.