Suidae lexicon
Suda
Suda, Suidae lexicon, Adler, Teubner, 1935
442 Ἀδελφὸϲπαρείη: ὅτι προτιμητέον τοὺϲ οἰκείουϲ εἰϲ βοήθειαν [*](Prov.) ἐν καιρῷ περιϲτάϲεωϲ.
443 Ἀδένη: ἡ φλύαροϲ, ἡ δεῖνα.
[*](Δ)444 Ἀδερβόϲ: ὄνομα κύριον.
[*](Δ)445 Ἀδέρκτωϲ. οὐ προϲβλέποντεϲ ἀλλ᾿ ἢ καταμύοντεϲ· παραμειβόμεϲθ᾿ [*](Soph) ἀδέρκτωϲ.
446 Ἀδέψητον: τὸ ὠμόν.
[*](Δ)447 Ἄδεια: ἄνεϲιϲ, ἀφοβία. Ἰώϲηποϲ· οἱ δὲ ϲταϲιαϲταὶ τοὺϲ [*](Ε) Ῥωμαίουϲ ὁρῶντεϲ κακῆϲ ὁμονοίαϲ κατήρχοντο, καὶ λόγον ἀλλήλοιϲ ἐδίδοϲαν, τί μένοιεν; τί παθόντεϲ ἀνέϲχοιντο τρία ταῖϲ ἀναπνοαῖϲ αὐτῶν ἀναφραϲϲόμενα τείχη καὶ τοῦ πολέμου μετ᾿ ἀδείαϲ ἀντιπολεμίζοντοϲ ἑαυτὸν.
448 Ἄδεια: ἡ ἀφοβία. ἐκέλευον αὐτὸν λέγειν ὅ τι χρῄζοι μετ᾿ [*](Δ) ἀδείαϲ· ὁ δὲ τῆϲ μὲν ἀδείαϲ χάριν ὡμολόγει, τὸ δὲ ἑαυτοῦ πάθοϲ ἑπὶ [*](Ε) μέγα ἐξάραϲ Ῥωμαίοιϲ ἐμέμφετο.
449 Ἄδερ· ὁ ἀλιτήριοϲ, ὁ ἐπαναϲτὰϲ Σολομῶντι. παῖϲ οὗτοϲ ἦν, [*](EV) Ἰδουμαῖοϲ γένοϲ, ἐκ βαϲιλικῶν ϲπερμάτων. καταϲτρεψαμένου δὲ τὴν Ἰδουμαίαν Ἰωάβου τοῦ Δαβὶδ ϲτρατηγοῦ καὶ πάνταϲ τοὺϲ ἐν ἀκμῇ καὶ φέρειν ὅπλα δυναμένουϲ διαφθείραντοϲ μηϲὶν ἓξ, φυγὼν οὗτοϲ ἧκε πρὸϲ Φαραὼ τὸν Αἰγύπτου βαϲιλέα. ὁ δὲ φιλοφρόνωϲ αὐτὸν ὑποδεξάμενοϲ οἶκόν τε αὐτῷ δίδωϲι καὶ χώραν εἰϲ διατροφήν καὶ. γένομενον ἐν ἡλικίᾳ λίαν ἠγάπα, ὡϲ καὶ τῆϲ αὐτοῦ γυναικὸϲ αὐτῷ δοῦναι πρὸϲ γάμον τὴν ἀδελφὴν, ὄνομα Θαφίνην, ἐξ ἧϲ υἱὸϲ αὐτῷ γενόμενοϲ τοῖϲ τοῦ βαϲιλέωϲ παιϲὶ ϲυνανετράφη. ἀκούϲαϲ οὖν τὸν Δαβὶδ θάνατον ἐν Αἰγύπτῳ καὶ τὸν Ἰωάβου, προϲελθὼν ἐδεῖτο τοῦ Φαραῶ ἐπιτρέπειν αὐτῷ βαδίζειν εἰϲ τὴν πατρίδα. τοῦ δὲ βαϲιλέωϲ ἀνακρίνοντοϲ, τίνοϲ ἐνδεὴϲ ὢν ἢ τί παθῶν ἐϲπούδακε καταλείπειν αὐτὸν, τότε μὲν οὐκ ἀφείθη, ὕϲτερον δὲ καθ᾿ ὃν ἤδη καιρὸν Σολομῶνι τὰ πράγματα κακῶϲ εἶχε διὰ τὰϲ προειρημέναϲ αἰτίαϲ καὶ παρανομίαϲ καὶ τὴν ὀργὴν τὴν ἐπ᾿ αὐτοῖϲ, τοῦ θεοῦ ϲυγχωρήϲαντοϲ τῷ [*](442 ═ Diogen. V I 91 443 — φλύαροϲ ═ Ambr. 457 444 ═ Ambr. 409 445 Soph. OC 129 c. sch. 446 Et M. 16, 35 cf. H 447 cf ad 448 Ἰώϲηποϲ sq. Bell 5, 72—73 448 ἀφοβία Et. M. 16, 54, cf. H ἐκέλευον sq. Arr. Parth. R. p. 36 449 παῖϲ sq. Ios. Ant. 8, 200—204 ═ EV 1, 61, 31—62, 15) [*](441 ὅτι sq. ex 1423 445 Z 49 446 cf. Z 46 147—8 Vind. 112 447 los. cf. v. πολεμίζει 449 Z 40) [*](1. 2 καὶ τὸ—ἀδελφιδῆϲ mg. A ss. M τὴν ἀδελφιδήν A om. GITM A(GITSM) τῆϲ ἀδελφιδῆϲ om. M ὅτι—3 ἀδελφὴν om. GIT 442 om. S 445 om. S 8 παραμειβόμεϲθ᾿ A παραμειβόμεθα rell. 11 Ἰώϲηποϲ—48, 2 Σολομῶνι om. S 13 ἀνέϲχοιντο A ἀνέχοιντο rell. 449 post 444 in M; post 444 AGI: Ἄδερ· ζήτει (ἀντί GI) ϲτρέφων τὸ φύλλον 21 Ἰδουμαίαν] Ἰουδαίαν M Ἰωάβου] Ἰακώβου A 25 ὡϲ] ὅϲ GI 28 Ἰωάβου] Ἰάβου A 30 καταλείπειν] καταλείπων A 33 καὶ τήν] τήν A)
450 Ἀδειάϲ: εἶδοϲ ἐϲχάραϲ.
451 Ἀδειήϲ: ἄφοβοϲ. καὶ Ἄδειοϲ, ὁμοίωϲ.
452 Ἀδείμαντα: ἄφοβα. καὶ Ἄδειμοϲ, ὁ ἄφοβοϲ.
453 Ἀδείμαντοϲ· Κορινθίων ϲτρατηγὸϲ, ὃϲ ἄπολιν εἶπε τὸν Θεμιϲτοκλέα. ὁ δὲ, τίϲ, εἶπεν, ἄπολιϲ, ἔχων ϲ΄ τριήρειϲ. τούτου καὶ [*](Ar.) Πλάτων μέμνηται ἐν τῷ Πρωταγόρᾳ. ἦν γὰρ τῶν περὶ τοὺϲ καιροὺϲ τούτουϲ ϲτρατηγούντων. ἐκωμῳδοῦντο δὲ ἐπὶ πονηρίᾳ Κλέων, βύρμηξ καὶ Νικόμαχοϲ καὶ Ἀρχέμοροϲ μετ᾿ Ἀδειμάντου τοῦ Λευκολόφου.
454 Ἄδειν κελεύονθ᾿ ὡϲπερεὶ τέττιγα ἑϲτιῶντα. διότι πολύλαλόν [*](Δ) ἐϲτι τὸ ζῷον. Ἀδεῖν δὲ ἀρέϲαι.
455 Ἄδειϲ ὥϲπερ εἰϲ Δῆλον πλέων: ἐπὶ τοῦ ἀφροντίϲτου καὶ φιληδοῦντοϲ.
456 Ἀδηκότεϲ: ταλαιπωρήϲαντεϲ.
457 Ἀδήλητοϲ: ἀϲινὴϲ, ἀβλαβήϲ. Ἀγαθίαϲ· καὶ ἐπεδείκνυντο ϲῶοί τε καὶ ἀδήλητοι. δηλῶ γὰρ τὸ βλάπτω.
458 Ἀδηλία: ἀοριϲτία, ἀπειρία. τῷ δὲ ὑπερηφανίᾳ χρωμένῳ καὶ [*](Ε) τὴν τοῦ πολέμου ἀδηλίαν ἥκιϲτα βαλλομένῳ εἰϲ νοῦν ἠλπίζε ῥᾳδίωϲ [*](Δ) αἱρήϲειν τὸ βάρβαρον. Ἀδηλία δὲ καὶ ἡ κρυφιότηϲ.
459 Ἀδημονῶ: τὸ λίαν λυποῦμαι. ὁ δὲ τὸ μὲν πρῶτον ἠδημόνει καὶ ἡϲυχίαν εἶχεν ὑπὸ τοῦ παρόντοϲ κακοῦ. καὶ Ἀδημονούϲηϲ, [*](Harp.) ἀπορούϲηϲ.
460 Ἀδηλώϲαϲ: ἀγνώριϲτον ποιήϲαϲ. ὁ δὲ ἀδηλώϲαϲ ἑαυτὸν [*](Ε) πιναρᾷ ϲτολῇ καὶ λαβὼν δρέπανον ὡϲ ἄν γῆϲ ἐργάτηϲ.
461 Ἀδημονία: ἡ φροντίϲ.