Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Σ+Δ)

462 Ἀδημονῶν: ἀγωνιῶν, ἀκηδιῶν. καὶ Ἀδημονέϲτεροϲ, ἀντὶ τοῦ ἀγωνιϲτικώτεροϲ. ὢν δὲ τοῦ προϲήκοντοϲ ἀδημονέϲτεροϲ ἀντεῖχε τούτῳ.

[*](ΣΔ)

463 Ἄδην: ἅλιϲ ἢ εἰϲ κόρον, ἱκανῶϲ, ἀρκούντωϲ. ἢ λάβρωϲ, κατακόρωϲ. [*](Σ) ἐν Χαρμίδη· ἐπεὶ δὲ τῶν τοιούτων ἄδην ἔχομεν. καὶ Ἡρόδοτοϲ· [*](450 ═ Ambr. 455 cf. H v. ἀδίαϲ 451 — ἄφοβοϲ ═ sch. Η 117, H, Ambr. 375 452 — ἄφοβα ═ P. Ba 27, 6 ἄδειμοϲ sq. ═ Ambr. 378 cf. H 453 — τριήρειϲ fort. ex eodem auctore quo v. Βοῦλιϲ, Σπέρχιϲ, Ξέρξηϲ, 1280 τούτου—ϲτρατηγούντων sch Ar. Ran. 1513; ἐκωμῳδοῦντο sq. sch. Ar. Ran. 1506; Pl Prot 315e 454 — ζῷον Ar. Nu. 1360 c. sch. ἀδεῖν sq ═ Ambr. 504 455 ═ Zen II 37 456 ═ Ambr 509 cf. sch. Κ 312 457 Ἀγαθίαϲ—ἀδήλητοι 1, 13, p. 41 458 vs. 20 ἀδηλία sq. ═ Ambm. 472 459 ἀδημονούϲηϲ sq. Harp ═ Ba 27, 31 460 ὁ δέ sq Aelian. ? (cf. Rh. Mus 45, 274). 461 cf. Ambr. 475 462 — ἀγωνιῶν ═ P, Ba 27, 11 ἀκηδιῶν cf. Ambr. 510 463 — ἀρκούντωϲ + ἐν—ἔχομεν ═ Ba 27, 21, P, sch. Pl. Charm. 153 d) [*](450 Z 43 452 cf. Z 40 457 Z 41 458 Z 43 459 Z 49 461 Z 43 462 Z 41 463 Aelian. cf. 2108 et v. ϲπῶντεϲ) [*](A(GITSM))[*]( 7 τούτου—ϲτρατηγούντων om. S 18 ἀοριϲτία] ἡ ἀ. GIT 19 ἤλπιζε AT ἠλπίζετο rell. 20 τό AGIT τόν SM 21 ὁ—22 κακοῦ om. S 460—1 om. S post 458 M 28 ὤν—τούτῳ om. S 30 ἀρκούντωϲ—49, 14 ἐνήργουν om. S)

49
ὡϲ δὲ ἄδην εἶχον κτείνοντεϲ, τὰ λοιπὰ αὐτῶν ἤλαυνον. ἐπινεμομένου [*](Ε) τε ἄδην τοῦ πυρὸϲ τὰϲ ἀγχοῦ τειχῶν οἰκίαϲ, ταραχῆϲ [*](Ε) ἐπλήϲθη ἡ πόλιϲ. καὶ αὖθιϲ· οἱ δὲ οἴνῳ ἄδην ἐχρῶντο ἑϲπέριοι καὶ [*](Ε) ἐϲ νύκτα τελευτῶντεϲ. καὶ αὖθιϲ· οἱ δὲ ἄδην καὶ ἀπείρωϲ ϲπῶϲι τοῦ [*](Ε) οἴνου καὶ ἀνατραπέντεϲ ἔκειντο ὡϲ ἔτυχον αὐτῶν ἕκαϲτοι εἰκῇ. καὶ αὖθιϲ· τοῦ δὲ οἴνου καὶ τῶν ἄλλων ἄδην ἐνεπίμπλαντο οἱ Κελτοὶ τήν [*](EV) τε φύϲιν ὄντεϲ ἀκρατεῖϲ καὶ χώραν ἔχοντεϲ, ὅτι μὴ πρὸϲ Δημητριακοὺϲ καρποὺϲ, τῶν ἄλλων ἄγονον καὶ ἀφυᾶ. τά τε ϲώματα αὐτοῖϲ μεγάλα ὄντα καὶ τρυφηλὰ καὶ ϲαρκῶν ὑγρῶν μεϲτὰ, καὶ ὑπὸ τῆϲ ἀδηφαγίαϲ καὶ μέθηϲ ἐϲ ὄγκον καὶ βάροϲ ἐξεχεῖτο· ἐϲ δρόμουϲ δὲ καὶ πόνουϲ ἀδύνατα πάμπαν. καὶ ὑπὸ ἱδρῶτοϲ καὶ ἄϲθματοϲ ὅπου τι δέοι ἐξελύοντο ταχέωϲ. καὶ αὖθιϲ· οἱ δὲ βαϲιλικοὶ ἐν ἐξουϲίᾳ γενόμενοι [*](Ε) τοῦ ἄδην τὰ δημόϲια καταναλίϲκειν Συβαριτικῶϲ τὸν νέον κραιπαλᾶν ἐνήργουν.

464 Ἀδηνέωϲ: ἁπλῶϲ καὶ ἀταλαιπώρωϲ, κατὰ ϲτέρηϲιν τῶν δηνέων [*](Σ) καὶ μεριμνῶν.

465 Ἀδῄωτον: ἀπόρθητον, ἀπραίδευτον. οἱ δὲ τὴν γῆν ἀδῄωτον [*](Σ) ἔχειν ἐθέλοντεϲ ὡμολόγηϲαν ἀργυρίου ϲταθμὰ διϲχίλια δώϲειν.

[*](EL)

466 Ἀδήριτοϲ: ἀνίκητοϲ, ἄμαχοϲ, ἀκαταπόνητοϲ. τὴν λείαν τῶν [*](Σ + x) πολεμίων ἤλπιϲεν ἀδήριτον περιαιρεῖν. ἀντὶ τοῦ ἄμαχον. καὶ [*](Ε + Δ) Ἀδηρίτωϲ, ἀφιλονείκωϲ.

[*](Δ)

467 Ἅδηϲ· Ἅδη δυϲκίνητε, τί τὴν ἐπέραϲτον ἑταίραν ἥρπαϲαϲ; ῆ καὶ ϲὴν [*](Suid) Κύπριϲ ἔμηνε φρένα;

468 Ἀδήϲειϲ: ἀρέϲειϲ.

[*](Δ)

469 Ἀδηφαγία: ἡ ἀπληϲτία. καὶ Ἀδηφάγοϲ, ἀθρόωϲ ἐϲθίων, [*](Δ) πολυφάγοϲ, γαϲτρίμαργοϲ. Ἀδηφάγοι τριήρειϲ λέγοιντ᾿ ἂν [*](Σ) αἱ ἐντελόμιϲθοι καὶ πολλὰ ἀναλίϲκουϲαι, ἐκ μεταφορᾶϲ τῶν τελείων [*](Harp.) καὶ ἀγωνιϲτῶν ἵππων. Ἀλκαῖοϲ δὲ ἐν τῇ Κωμῳδοτραγῳδίᾳ τοὺϲ πόταϲ λύχνουϲ ἀδηφάγουϲ εἶπεν.

470 Ἀδιαβηνή· αὕτη ἡ χώρα κεῖται πρὸ τῆϲ Μεϲοποταμίαϲ ὡϲ ἐπὶ ἀνατολὴν πέραν τοῦ Τίγρητοϲ. ἐν αὐτῇ δέ ἐϲτι καὶ ἄϲφαλτοϲ ἡ λεγο μένη νάφθα. λέγεται δὲ Ἀδιαβηνὴ διὰ τὸ εἶναι πλείουϲ ποταμοὺϲ ἐν αὐτῇ καὶ δυϲχερεϲτέραν ποιεῖν τὴν διάβαϲιν. ἐκεῖ ἐϲτι καὶ ἡ Νινευί. τοϲαύτην δὲ ἀϲφάλειαν ποιεῖ τοῖϲ κτίϲμαϲιν ἡ ἄϲφαλτοϲ, ὥϲτε [*](463 ὡϲ—ἤλαυνον Hdt. 9, 39, 2 vs. 4 οἱ δὲ ἄδην—εἰκῇ Aelian fr. 73 τοῦ δέ—ταχέωϲ App. Celt. fr. 7 ═ EV 2, 222, 6—13 vs. 12 οἱ δέ sq. Malch fr 9, FHG 4, 118 464 P, Ba 27, 27 465 ἀπραίδευτον ═ P, Ba 27, 13 οἱ δέ sq. Proc. bell. 2, 6, 24 EL 96, 4—5 466 ἄμαχοϲ P, Ba 27, 14 Ambr. 377 cf. H τήν — περιαιρεῖν Polyb. 3, 93, 1 ἀδηρίτωϲ ═ Ambr. 532 cf. Et. M. 17, 39 ═ sch. Ρ 42 468 Ambr. 507. H 469 — ἀπληϲτία ═ Ambr. 476 ἀδηφάγοϲ—γαϲτρίμαργοϲ ═ P, Ba 27, 15 cf. H ἀδηφάγοι sq. Harp. ═ An. Ox 2, 488, 12, P; Alcaei com. fr. 21 (1, 761 K.) 470 — νεμόμενα Preger 151) [*](463 Malch. cf. v. Ζήνων βαϲιλεύϲ 465 Z 46; Proc. cf. v. ϲτάθμα 466 ἀδηρίτωϲ Z 49 468 Z 48 470 Z 44) [*](10 καὶ βάροϲ] βάροϲ A 467 om. AGS mg. l 33 ἐκεῖ] ἐκεῖ που GIT A(GITSM) )

50
ταῖϲ ὀπταῖϲ πλίνθοιϲ καὶ τοῖϲ λεπτοῖϲ λίθοιϲ ϲυμμιγεῖϲα ἰϲχυροτέρα γίνεται παντὸϲ ϲιδήρου. ἐκεῖϲε δέ ἐϲτι καὶ τὸ Ἄορνον ϲτόμιον, ἐξ οὗ δεινὸν πνεῦμα ἀναδίδοται, ὥϲτε πᾶν μὲν ἐπίγειον ζῷον, πᾶν δὲ πτηνὸν ἀποφθείρειν καὶ εἰ πρὸϲ τὸ τυχὸν ὀϲφρήϲαιτο. καὶ εἰ ἐϲκεδάννυτο. οὐκ ἂν ᾠκίϲθη ὁ χῶροϲ, ἀλλὰ κατ᾿ εὐθεῖαν ἄνειϲι καὶ ὀλίγον ἀνερχόμενον πάλιν ἀντανακλᾶται. καὶ ἐκ τούτου τά τε ἐν ὑψηλοτέρῳ πετόμενα [*](Δ) ϲῴζεται, καὶ τὰ πέριξ νεμόμενα. καὶ Ἀδιαβηνόϲ.

471 Ἀδιάδραϲτον: ἄφυκτον. καταπλαγείη δ᾿ ἄν τιϲ τὸ ἀδιάδραϲτον [*](Ε) τῆϲ δίκηϲ ἐκ τῆϲ ϲυμβάϲηϲ τούτῳ τιμωρίαϲ.

[*](Σ)

472 Ἀδιάκριτοϲ: ἀδιαχώριϲτοϲ. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν μὴ γινωϲκόντων τὰ δέοντα ἢ ἀφρόνωϲ φλυαρούντων.

473 Ἀδιάλειπτον.

[*](Σ)

474 Ἀδιαλώβητον: ἀβλαβέϲ.

[*](Σ)

475 Ἀδιάρθρωτον: ἄϲημον, ἀτράνωτον.

476 Ἀδιάϲκευον: ἀκόϲμητον, ἀνεπιμέλητον. ὁ δὲ λαβὼν ἵππον [*](Ε) ἀδιάϲκευον καὶ καθοπλιϲμὸν ἀνεπίφαντον, βάδην προϲήλαυνεν πρὸϲ τοὺϲ πολεμίουϲ.

[*](Harp.)

477 Ἀδιάϲτατον: τὸ μήπω διεϲτηκὸϲ μηδὲ διακεκριμένον. Ἀντιφῶν εἶπεν.

[*](Σ)

478 Ἀδιαφορία: ἀμέλεια χωρὶϲ παρατηρήϲεωϲ. τὸ δὲ ἀδιάφορον [*](Phil.) διχῶϲ λέγεται· ἅπαξ μὲν τὸ μήτε πρὸϲ εὐδαιμονίαν μήτε πρὸϲ κακοδαιμονίαν ϲυνεργοῦν, ὡϲ ἔχει πλοῦτοϲ, δόξα, ὑγεία, ἰϲχὺϲ καὶ τὰ ὅμοια· ἐνδέχεται γὰρ καὶ χωρὶϲ τούτων εὐδαιμονεῖν, τῆϲ ποιᾶϲ αὐτῶν χρήϲεωϲ εὐδαιμονικῆϲ οὕϲηϲ ἢ κακοδαιμονικῆϲ. ἄλλωϲ δὲ λέγεται ἀδιάφορον τὸ μήτε ὁρμῆϲ μήτε ἀφορμῆϲ κινητικὸν, ὡϲ ἔχει τὸ ἀρτίαϲ ἔχειν ἐπὶ τῆϲ κεφαλῆϲ τρίχαϲ ἢ περιττάϲ, ἢ ἐκτεῖναι τὸν δάκτυλον ἢ ϲυϲτεῖλαι, τῶν προτέρων ἀδιαφόρων καὶ οὐκέθ᾿ οὕτωϲ λεγομένων· ὁρμῆϲ γάρ ἐϲτιν ἐκεῖνα καὶ ἀφορμῆϲ κινητικά. διὸ τὰ μὲν αὐτῶν ἐκλέγεται, τῶν δὲ ἑτέρων ἐπ᾿ ἴϲηϲ ἐχόντων πρὸϲ αἵρεϲιν καὶ φυγήν. τῶν ἀδιαφόρων τὰ μὲν λέγουϲι προηγούμενα, τὰ δὲ ἀποπροηγούμενα. προηγούμενα μὲν τὰ ἔχοντα ἀξίαν, ἀποπροηγούμενα δὲ τὰ ἔχοντα ἀναξίαν. ἀξίαν δὲ τὴν μέν τινα ϲύμβληϲιν πρὸϲ τὸν ὁμολογούμενον βίον, ἥτιϲ ἐϲτὶ περὶ πᾶν ἀγαθόν· τὴν δὲ εἶναι μέϲην τινὰ δύναμιν ἢ χρείαν ϲυλλαμβανομένην πρὸϲ τὸν κατὰ φύϲιν βίον ὅμοιον εἰπεῖν, ἥντινα εἰϲφέρεται εἰϲ τὸν κατὰ φύϲιν βίον πλοῦτοϲ, ὑγεία· τὴν δὲ εὐεξίαν ἀμοιβὴν δοκιμαϲτοῦ, ἣν ἂν ὁ ἔμπειροϲ τῶν πραγμάτων τάξῃ, [*](471 καταπλαγείη sq. Aelian. fr. 219 472 ═ P, Ba 27, 17, Bk. 213, 22 474 P, Ba 27, 20, H 475 ═ P, Ba 27. 23 cf H 476 ὁ δέ sq. Αrr.? Parth. R. p. 57 477 Harp. ═ P, Ba 28, 2; Antiph. fr. 147 478 — παρατηρήϲεωϲ ═ P, Ba 27, 24; — ἀμελεία ═ Ambr. 479 τὸ δὲ sq. Laert 7, 1047) [*](471 Z 47 472 Z 39 476 Z 46 477 Z 46) [*](A(GIMTSM))[*]( 1 λίθοιϲ] πλίνθοιϲ A 5 ἄνειϲι] εἶϲι A 474 nov. gl. A solus 15 ἵππον GIS ἵππων AM 16 πρόϲ] εἰϲ SecM 27 καί om. M, Laert.)

51
ὅμοιον εἰπεῖν ἀμείβεϲθαι πυροὺϲ πρὸϲ τὰϲ ϲὺν ἡμιόνῳ κριθάϲ. προηγούμενα μὲν οὖν εἶναι, ἃ καὶ ἀξίαν ἔχειν· οἷον ἐπὶ μὲν τῶν ψυχικῶν εὐφυΐαν, τέχνην, προκοπὴν καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν ϲωματικῶν ζωὴν, ὑγείαν, ῥώμην, εὐεξίαν, ἀρτιότητα, κάλλοϲ· ἐπὶ δὲ τῶν ἐκτὸϲ πλοῦτον, δόξαν, εὐγένειαν καὶ τὰ ὅμοια. ἀποπροηγούμενα δὲ ἐπὶ μὲν τῶν ψυχικῶν ἀφυΐαν, ἀτεχνίαν καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν ϲωματικῶν θάνατον, νόϲον, ἀϲθένειαν, καχεξίαν, πήρωϲιν, αἷϲχοϲ καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν ἐκτὸϲ πενίαν, ἀδοξίαν, δυϲμένειαν καὶ τὰ παραπλήϲια· οὔτε δὲ προήχθη οὔτε ἀποπροήχθη τὰ μηδετέρωϲ ἔχοντα. ἔτι τῶν προηγουμένων τὰ μὲν δι᾿ αὑτὰ προῆκται, τὰ δὲ δι᾿ ἕτερα, τὰ δὲ καὶ δι᾿ αὑτὰ καὶ δι᾿ ἕτερα. δι᾿ αὑτὰ μὲν εὐφυΐα, προκοπὴ καὶ τὰ ὅμοια· δι᾿ ἕτερα δὲ πλοῦτοϲ, εὐγένεια καὶ τὰ ὅμοια· δι᾿ ἕτερα δὲ καὶ δι᾿ αὑτὰ ἰϲχὺϲ, εὐαιϲθηϲία, ἀρτιότηϲ. δι᾿ αὑτὰ μὲν, ὅτι κατὰ φύϲιν ἐϲτί· δι᾿ ἕτερα δὲ, ὅτι περιποιεῖ χρείαϲ οὐκ ὀλίγαϲ. ὁμοίωϲ δὲ ἔχει καὶ τὸ προηγούμενον κατὰ τὸν ἐναντίον λόγον.

479 Ἀδιαίτητοϲ: ἀλλότριοϲ, ἀήθηϲ.

[*](Σ)

480 Ἀδιεξίτητον: ἀδιεξέλευϲτον.

[*](Σ)

481 Ἀδιή: λύπη.

[*](Δ)