Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Prov.)

422 Ἄδακρυϲ πόλεμοϲ: ἐπὶ τῶν ἔξω παντὸϲ κινδύνου καὶ ῥᾷϲτα καὶ παῤ ἐλπίδαϲ τὰ πράγματα κατορθούντων.

[*](410 — ἐπιϲτρεφόμενοι ═ P, Ba 17, 27 Προκόπιοϲ—ἑκάτεροι Proc. bell. 1, 15, 14—15 τῷ—τύχηϲ Dionys. Hal. 9, 13, 1 cf. Byz Zt. 23, 13 et 90, n. 1 ὁ Θηραμένηϲ sq. sch. Ar. Ran. 970 411 ═ P, Ba 18, 1, cf. Ambr. 107 412 — ὀξυτόνωϲ sch. Ar. Ach. 125 cf. Philop. diff. Wiener St. 3, 295 413 ϲτεινοτέρη sq. Hdt. 7, 175, 1 414 ═ P, Ba 17, 28. sch. B 172, H 416 Ar. Eccl. 929 c. sch. ═ sch. Ar. Lys. 48 417 cf. Synt. Laur. 418 Ἀγχώμαλον cf. Ambr 307 ἀγχωμάλου—ὁμαλοῦ ═  P, Ba 17, 29 419 ὁ δέ sq Iambl. fr. 20 420 — ἄπειροι ═ P, Ba 27, 4 ὁ δέ sq. Dam. fr. 92 421 ═ Ambr. 528 422 ═ Zen. I 28)[*](410 εἷτα sq. cf. v. ἐξελίξαντεϲ. Ar. cf. v. Θηραμένηϲ 4 412 Z 28, 37; cf. 2870 413 Z 22 415 Z 22 416 hinc v. ἐρυθαίνει in fine, Z 29 420 Dam. cf. v. Ἡραΐϲκοϲ)[*](A(GITSM))[*]( 5 γίνεϲθε GTM γίνεϲθαι AI 6 τοῖϲ καιροῖϲ] τοὺϲ καιρούϲ Mac 9. 10 τὸ πρᾶγμα ὀξυτόνωϲ A ὀ. τὸ π. GITM 11 ἀπαγχονίϲαϲ δέ ex SM; περιϲϲόν ss. M 15 παρά—εἶναι ex GIT 17 ἄγχουϲ᾿] λυπήϲ ss. S ψιμμύθιον [ ] ακάριον mg. S)
43

423 Ἀδακρύτι: ἀκλαυϲτί

[*](Δ)

424 Ἀδαλίδηϲ: ὄνομα κύριον.

[*](Δ)

425 Ἀδάμ: ὁ πρῶτοϲ ἄνθρωποϲ, ὁ χειρὶ θεοῦ πλαϲθεὶϲ καὶ κατὰ τὴν εἰκόνα καὶ ὁμοίωϲιν μορφωθεὶϲ τοῦ δημιουργοῦ τε καὶ κτίϲαντοϲ, ὁ καὶ τιμηθεὶϲ τὴν εἰϲ παράδειϲον οἴκηϲιν. οὗτοϲ δικαίωϲ ἂν πρῶτοϲ καλοῖτο ϲοφὸϲ ὡϲ πρωτόκτιϲτον ἄγαλμα καὶ εἰκὼν οὖϲα θεόγραφοϲ, ὡϲ τῶν χαρίτων ὅλων ὑπάρχων ἀνάπλεωϲ καὶ πάντα καθαρὰ καὶ ἀκίβδηλα περιφέρων τὰ ψυχῆϲ τε καὶ ϲώματοϲ αἰϲθητήρια. μαρμαρυγαὶ γάρ τινεϲ, ὡϲ εἰπεῖν, ἐκ τῆϲ ἐκείνου ψυχῆϲ ἀπαϲτράπτουϲαι καὶ θείων ἐννοιῶν τε καὶ ἐνεργειῶν πλήθουϲαι κατὰ πᾶϲαν εἰϲέτρεχον φύϲιν εὐϲτόχωϲ καὶ ἀναμαρτήτωϲ τὸ οἰκεῖον ἑκάϲτηϲ πλεονέκτημα φθάνουϲαι. ὃϲ οὐ παρὰ ἀνθρώπων ἐδοκιμάϲθη τῶν τὰϲ κρίϲειϲ πολλάκιϲ ἐπιϲφαλῶϲ ποιουμένων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων θεοῦ τοῦ πάϲαν γνῶϲιν καὶ κρίϲιν ὀρθῶϲ ποιουμένου καὶ πρὸ τοῦ τὰϲ ἐννοίαϲ κινηθῆναι παρὰ τῆϲ ὠδινούϲηϲ τὰ τοιαῦτα ψυχῆϲ καὶ ἀποτικτούϲηϲ νοήματα. καὶ ᾗ φηϲιν ἡ γραφή· ἐποίηϲεν ὁ θεὸϲ πάντα τὰ κτήνη καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ πετεινὰ καὶ ἤγαγεν αὐτὰ πρὸϲ τὸν Ἀδὰμ ἰδεῖν, τί καλέϲει αὐτά. καὶ ὃ ἐκάλεϲεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. τί τῆϲ φωνῆϲ ταύτηϲ καὶ μαρτυρίαϲ ἀριδηλότερον, τί τῆϲ ϲοφίαϲ ταύτηϲ καὶ διαγνώϲεωϲ ὑψηλότερον; ἐκάλεϲεν ὀνόματα τὴν φύϲιν αὐτὴν καὶ. τὴν ὑπόϲταϲιν ἑκάϲτου ζῴου ὥϲπερ ὑπογραφόμενοϲ, οὐ μελετήϲαϲ, οὐ προϲκεψάμενοϲ, οὐδέν τι προπεπονθὼϲ τῶν ὅϲα μεταμανθάνουϲιν ἄνθρωποι. καὶ πολλῶν καὶ ἀναρίθμων γενεῶν παραδραμουϲῶν οὐκ ἴϲχυϲεν οὐδεὶϲ ὑπαλλάξαι κἂν τοῦ τυχόντοϲ ζῴου τὸ ὄνομα, οὐδὲ τῆϲ ἐκείνου δράξαϲθαι μεγαλονοίαϲ καὶ διαγνώϲεωϲ. μᾶλλον μὲν οὖν μένουϲιν ἅπαντεϲ οἱ κατὰ πᾶϲαν ἐϲπαρμένοι τὴν γῆν ἄνθρωποι τοῖϲ ἐκείνου ϲτοιχοῦντεϲ ἀμεταθέτοιϲ θεϲπίϲμαϲι. καὶ οὐδὲ μέχρι τούτων ἔϲτη τοῦ πρωτογόνου ἀνθρώπου τὸ ὑπερβάλλον ἐν πᾶϲιν ἀξίωμα, ἀλλὰ καὶ ϲπερμάτων καὶ φυτῶν διαφορὰϲ ῥιζῶν τε καὶ βοτανῶν δυνάμειϲ, καὶ ὅϲα εἰϲ ἀντίληψιν καὶ θεραπείαν ἡ φύϲιϲ ἑκάϲτῳ προϲαρμόττει τῶν ζῴων, διέκρινέ τε καὶ ἐϲάφηϲεν. οὗτοϲ καὶ τὴν γυναῖκα πρῶτοϲ ἰδὼν οὐχ ὥϲπερ ἐκ ϲτόματοϲ ἀνθρωπίνου περὶ ταύτηϲ ἐφθέγξατο, ἀλλ᾿ ὡϲ ἔκ τινοϲ θείαϲ ὀμφῆϲ ἐνηχούμενοϲ εὐϲτόχωϲ τὸ πολυύμνητον ἐκεῖνο καὶ θαυμαϲτὸν ἀπεφοίβαϲε λόγιον· τοῦτο νῦν ὀϲτοῦν ἐκ τῶν ὀϲτέων μου καὶ ϲὰρξ ἐκ τῆϲ ϲαρκόϲ μου. αὕτη κληθήϲεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸϲ αὐτῆϲ ἐλήφθη. οὗτοϲ τοίνυν ἐϲτὶν ὁ δοκιμάϲαϲ ἕκαϲτα καὶ πᾶϲι κανόναϲ καὶ ϲτάθμαϲ ἀκριβεῖϲ καὶ ὅρουϲ ἀναντιρρήτουϲ ἐναρμοϲάμενοϲ. [*](424 ═ Ambr. 407 425 vs. 16 Gen. 1, 20; 2, 19. vs 34 Gen. 2, 23 423 Z 50) [*](4 ὁμοίωϲιν] τὴν ὁ. M 8 ψυχῆϲ] τῆϲ ψ. M 20 ὀνόματα] ὀνόματι S cp. M A(GITSM) 26 οἱ om. M τήν om. GIT 29 ῥιζῶν] ζῶν A 30 ἑκάϲτῳ] ἑκάϲτη A. 31 ἐϲάφηϲεν A διεϲάφηϲεν rell. 32 ἰδών] ἰδεῖν A 33 ἐνηχούμενοϲ] ἀκροώμενοϲ ss. S 34 ἀπεφοίβαϲε] ἐμαντεύϲατο mg. S 37 ἐναρμοϲάμενοϲ] ἁρμοϲάμενοϲ S)

44
τούτου τέχναι καὶ γράμματα, τούτου ἐπιϲτῆμαι λογικαί τε καὶ ἄλογοι, τούτου προφητεῖαι, ἱερουργίαι καὶ καθαριϲμοὶ καὶ νόμοι γραπτοί τε καὶ ἄγραφοι, τούτου πάντα εὑρήματα καὶ διδάγματα, καὶ ὅϲαι κατὰ τὸν βίον ἀναγκαῖαι χρεῖαί τε καὶ δίαιται. οὗτόϲ ἐϲτιν ὁ πρῶτοϲ ἀνδριὰϲ, τὸ θεόκλητον ἄγαλμα, ἀφ᾿ οὗπερ ἀπευθύνονται πᾶϲαι ἀνθρώπων ἀγαλματουργίαι, κἂν πρὸϲ τὸ ἧττον μᾶλλον καὶ μᾶλλον ἐκπίπτωϲιν ἐκείνου τοῦ μακαρίου καὶ θεοειδοῦϲ ἀπεικάϲματοϲ μηδεμίαν ἔχοντοϲ ἀφορμὴν, ἧϲ ἂν ἐπιλάβοιτο ὁ μετ᾿ ἐκεῖνον διαπλαττόμενοϲ ἢ ζῳγραφούμενοϲ, ἕωϲ ὁ παλαμναῖοϲ καὶ ἀποϲτάτηϲ καὶ πλάνοϲ διάβολοϲ τοῦτον ἐξεκύλιϲεν ἐκ τῆϲ οἰκείαϲ ἱδρύϲεώϲ τε καὶ ϲτάϲεωϲ καὶ κατὰ τοῦ πρανοῦϲ εἴαϲε φέρεϲθαι πρὸϲ βαραθρώδειϲ τινὰϲ καὶ ἀλαμπεῖϲ χώρουϲ καὶ μέχρι τῶν ἀμειδήτων τοῦ ᾅδου κευθμώνων ἐγγίζονταϲ. κἀντεῦθεν ἤρξατο φύϲιϲ ἡ τῶν ἀνθρώπων παραχαράττεϲθαι καὶ διακιβδηλεύεϲθαι καὶ τυποῦϲθαι τοῖϲ τοῦ τυράννου μορφώμαϲί τε καὶ ϲχήμαϲιν. ἐντεῦθεν ἡ νόθοϲ ϲοφία τὰϲ ἀφορμὰϲ ἔλαβε, τῆϲ θείαϲ δραπετευϲάϲηϲ καὶ πρὸϲ οὐρανὸν ἀναπτάϲηϲ, ὅθεν τὸ πρότερον ἦν ἀφορμήϲαϲα. ὅθεν ὁ πλάνοϲ τὸ τοῦ θεοῦ ϲφετεριϲάμενοϲ ὄνομα εἰϲ πολλὰ κατεμέριϲε, Κρόνουϲ τε καὶ Ζῆνοϲ καὶ Ποϲειδῶναϲ ἑαυτὸν μετακαλῶν καὶ τὸ δὴ πάντων ἀνοϲιώτατον, εἰϲ ὀνόματα θήλεά τε καὶ ἄϲεμνα τὴν μακαρίαν καὶ ἄρρητον ϲυγκαταϲπάϲαι φύϲιν ὁ ἀλιτήριοϲ κατετὸλμηϲεν, εἴϲ τε τὰϲ Ῥέαϲ ἐκείναϲ καὶ Ἀφροδίταϲ καὶ Ἀθηνᾶϲ καὶ εἰϲ ἄλλαϲ μυρίαϲ καὶ ἀλλοκότουϲ ἀλόγων ἰδέαϲ τε καὶ μορφὰϲ, ἃϲ ὁ κακίαϲ δημιουργὸϲ καὶ τὴν ἀποϲταϲίαν νοϲήϲαϲ ἐπέχρωϲέ τε καὶ διεχάραξεν. ἐντεῦθεν Αἰγυπτίων τὰ περὶ Ὄϲιριν καὶ Τυφῶνα καὶ Ἴϲιν μοχθηρὰ διηγήματα καὶ Περϲῶν μαγικὰ μαγγανεύματα καὶ Βραχμάνων γυμνοϲοφιϲτίαι καὶ ἄκαιροι φανταϲίαι καὶ ἡ θαυμαζομένη Σκυθῶν ῥῆϲιϲ καὶ τὰ Θρᾳκῶν ὄργια καὶ οἱ Φρυγῶν αὐλοὶ καὶ Κορύβαντεϲ. ἐντεῦθεν ἡ Χαλδαίων ἀϲτρονομία ἡ ϲφαλερά τε καὶ πολυώδυνοϲ. ἐντεῦθεν ἡ τοῦ ψεύδουϲ λοχεύτρια ποίηϲιϲ, ἡ τῶν Ἑλληνικῶν ληρημάτων ϲεμνομυθία. ἐντεῦθεν Ὀρφεύϲ τε καὶ Ὅμηροϲ καὶ ὁ τῶν ἀθεμίτων γονῶν ζῳγράφοϲ Ἡϲίοδοϲ. ἐντεῦθεν ἡ Θάλητοϲ δόξα καὶ ὁ κλεινὸϲ Πυθαγόραϲ καὶ ὁ ϲοφὸϲ Σωκράτηϲ καὶ Πλάτων, τὸ τῆϲ Ἀθηναίων Ἀκαδημίαϲ πολυθρύλητον ϲεμνολόγημα. ἐντεῦθεν οἱ Παρμενίδαι καὶ Πρωταγόραι καὶ Ζήνωνεϲ. ἐντεῦθεν αἱ Στοαὶ καὶ οἱ Ἄρειοι πάγοι καὶ Ἐπικούρειοι. ἐντεῦθεν οἱ τραγῳδῶν θρῆνοι καὶ κοπετοὶ καὶ τὰ κωμικῶν παίγνια καὶ τωθάϲματα. ἐντεῦθεν τὰ δολερὰ τοῦ Λοξίου καὶ ψευδηγόρου θεϲπίϲματα καὶ ἡ λοιπὴ τῶν Ἑλληνικῶν κομψευμάτων ἐρεϲχελία καὶ τερατεία. καὶ ἵνα μὴ μακρὸν ἀποτείνω τὸν λόγον εἰϲ ϲαπρούϲ τε καὶ ὀδωδόταϲ μύθουϲ ἐναϲχολούμενοϲ, πᾶϲαν εἰϲ ἑαυτὸν τὴν κτίϲιν ὁ πλάνοϲ ἐμφορτιϲάμενοϲ καὶ λαβὼν ὑπὸ χεῖρα τὸν ἄνθρωπον ὡϲ ἀνδράποδον [*](A(GITSM))[*]( 2 καθαριϲμοί A καθαρμοί rell. 3 ἄγραφοι] ἄγραπτοι SM 6 κἄν] καί S 7 ἐκπίπτωϲιν] ἐκπίπτουϲιν SM 8 ἤ] καί A 11 τοῦ πρανοῦϲ] τοὺϲ πρανοῦ A; κατωφεροῦϲ mg. S 12 τοῦ] τῶν A 14 διακιβδηλεύεϲθαι] κίβδηλον λέγεται τὸ παραχαραττόμενον νόμιϲμα mg. S 29 λοχεύτρια] μεεύτρικη mg. S 33 πολυθρύλητον] περὶ βοητόν mg. S Πρωταγόραι] φιλόϲοφοϲ mg. S 36 τωθάϲματα] ὀνιδίϲματα mg. S Λοξίου] τοῦ Ἀπόλλωνοϲ mg. S 37 ἡ λοιπή] οἱ λοιποί A.)
45
καὶ διερχόμενοϲ τὴν ὑπ᾿ οὐρανὸν καὶ περιπατῶν τὴν γῆν καὶ ὡϲ ὠὰ πάντα κατέχων, ὡϲ αὐτόϲ πού φηϲιν ἀλαζονευόμενοϲ, ᾤετο δεῖν τὸν ἑαυτοῦ θρόνον θήϲειν ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἔϲεϲθαι ὅμοιοϲ τῷ Ὑψίϲτῳ. ἀλλ᾿ ὁ τοῦ θεοῦ μονογενὴϲ υἱὸϲ καὶ λόγοϲ ὁ προαιώνιοϲ οἰκτείραϲ τὸν ἄνθρωπον ὡϲ ἠπατημένον ὑπὸ τοῦ δράκοντοϲ ἐκ τῶν τοῦ πατρὸϲ κόλπων ἑαυτὸν ἐκένωϲε καὶ ϲαρκωθεὶϲ ἐκ πνεύματοϲ ἁγίου καὶ ἐκ τῆϲ ἁγίαϲ παρθένου καὶ θεοτόκου Μαρίαϲ, καὶ διὰ τοῦ τιμίου ϲταυροῦ καὶ τοῦ πάθουϲ αὐτοῦ καταβαλῶν τὸν ἀντίπαλον καὶ καταβὰϲ εἰϲ τὰ κατώτατα μέρη τῆϲ γῆϲ ἑκεῖθεν εἵλκυϲε τὸν παραπεϲόντα πρωτόπλαϲτον, ἀποδοὺϲ τῇ εἰκόνι τὸ πρῶτον κάλλοϲ καὶ τῇ φύϲει τὸ ἀρχαῖον ἀξίωμα. κἀντεῦθεν ἠφάνιϲται πᾶϲα ἡ τοῦ τυράννου δυναϲτεία καὶ ϲυμμορφία τοῦ τῆϲ εὐϲεβείαϲ φωτὸϲ διαυγάϲαντοϲ πάϲῃ τῇ κτίϲει τῶν ἡλιακῶν μαρμαρυγῶν τηλαυγέϲτερον. ἐκ τούτου τοῦ φωτὸϲ ἡ κατὰ θεὸν ϲοφία πάλιν διέλαμψε καὶ γλώϲϲαϲ ἁλιέων ἐϲτόμωϲε καὶ τῶν ϲοφῶν διδαϲκάλουϲ τοὺϲ ἀϲόφουϲ εἰργάϲατο ἐντεῦθεν ὁ τῆϲ βροντῆϲ γόνοϲ, τὸ· ἐν ἀρχῇ ἦν ὁ λόγοϲ, ἐξ οὐρανίων νεφελῶν ἀπαϲτράψαϲ ἐβρόντηϲε, καὶ πᾶϲαν τὴν οἰκουμένην ἐλάμπρυνε. κἀκ τούτου τοῦ φωτὸϲ Παῦλοϲ εἰϲ τρίτον οὐρανὸν ἀναφέρεται καὶ θεᾶται τὰ ἀθέατα καὶ τῶν ἀρρήτων ὑπακούει λογίων καὶ διατρέχει πᾶϲαν τὴν γῆν ὡϲ πτηνὸϲ καὶ ἀέριοϲ τὸν Ἰηϲοῦν εὐαγγελιζόμενοϲ. ἐντεῦθεν ὁ Πέτροϲ τὸν Χριϲτὸν υἱὸν θεοῦ τοῦ ζῶντοϲ ὠνόμαϲε καὶ τὰϲ κλεῖϲ τῆϲ τῶν οὐρανῶν πιϲτεύεται βαϲιλείαϲ, ἵνα ἀνοίγῃ μὲν τοῖϲ πιϲτοῖϲ, ἀποκλείῃ δὲ τοῖϲ ἀπίϲτοιϲ τῶν θείων ἀνακτόρων τὴν εἴϲοδον. ἐντεῦθεν ἀγέλαι μαρτύρων καταβάλλουϲιν εἴδωλα καὶ τρέχουϲιν ἕτοιμοι πρὸϲ τὸν θάνατον, ὡϲ ϲτεφάνουϲ τὰϲ πληγὰϲ καὶ ὡϲ πορφύραϲ τὰ ἑαυτῶν αἵματα περιφέροντεϲ οἱ καλλίνικοι. ἔϲτω γοῦν ὁ πρωτόπλαϲτοϲ ἀρχηγὸϲ τοῦδε τοῦ γράμματοϲ, κατά γε τὸν ἐμὸν ὅρον καὶ λόγον, ὡϲ ποταμὸϲ πηγή τε καὶ θάλαττα καὶ ῥίζα καὶ κλάδοι καὶ ὄρπηκεϲ καὶ πάϲηϲ ὑπάρχων τῆϲ ἀνθρωπίνηϲ φύϲεωϲ ἀπαρχὴ καὶ πρωτόλειον. ὅτι ἀπὸ Ἀδὰμ ἕωϲ τοῦ κατακλυϲμοῦ ἔτη ,βϲμβ΄. ἀπὸ [*](Ε) δὲ τοῦ κατακλυϲμοῦ ἕωϲ τῆϲ πυργοποιΐαϲ ἔτη φκε΄. ἀπὸ δὲ τῆϲ πυργοποιΐαϲ ἕωϲ τοῦ Ἀβραὰμ υκε΄. ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἕωϲ τῆϲ ἐξόδου τῶν υἱῶν Ἰϲραὴλ ἐξ Αἰγύπτου υλ΄. ἀπὸ δὲ τῆϲ ἐξόδου ἕωϲ τῆϲ οἰκοδομῆϲ τοῦ Σολομωντείου ναοῦ ἔτη ψνζ΄. ἀπὸ δὲ τῆϲ οἰκοδομῆϲ τοῦ ναοῦ ἕωϲ τῆϲ αἰχμαλωϲίαϲ τοῦ Ἰϲραὴλ υκε΄. ὁμοῦ ἔτη ,δωπ΄. ἀπὸ δὲ τῆϲ αἰχμαλωϲίαϲ ἕωϲ Ἀλεξάνδρου βαϲιλέωϲ τιη΄. ἀπὸ δὲ Ἀλεξάνδρου ἕωϲ Χριϲτοῦ τοῦ θεοῦ ἡμῶν τγ΄. ὁμοῦ ἔτη ‚εφ΄. ἀπὸ δὲ Χριϲτοῦ ἕωϲ τοῦ μεγάλου Κωνϲταντίνου τιη΄. ἀπὸ δὲ Κωνϲταντίνου μέχρι Μιχαὴλ υἱοῦ Θεοφίλου φνε΄. ὁμοῦ τὰ πάντα ἔτη [*](425 vs 16 Ioh. 1, 1 vs. 30 ἀπό—p. 46, 1 ‚Ϛτοε΄ Georg. 2, 804) [*](1 ὡϲ ὠά om. A 2 δεῖν] δῆθεν Bhd. ἤδη Bekk. 11 κἀντεῦθεν] κάν A A(GITSMB) 12 ϲυμμορφία] ϲυμμορία B 15 ἀϲόφουϲ] διδαϲκάλουϲ add. A 29 πρωτόλειον] πρωτέλειον A 32 υκε΄] ἔτη υκέ GIT 36 βαϲιλέωϲ] τοῦ β. M 38. 39 Κωνϲταντίνου] τοῦ μεγάλου K. GIT)
46
‚Ϛτοε΄. ἀπὸ δὲ Μιχαὴλ ἕωϲ Ῥωμανοῦ υἱοῦ Κωνϲταντίνου τοῦ Πορφυρογεννήτου ἔτη---ἀπὸ δὲ τοῦ Πορφυρογεννήτου ἕωϲ τῆϲ τελευτῆϲ [*](Δ) Ἰωάννου τοῦ Τζιμιϲκῆ ἔτη---καὶ Ἀδαμιαῖοϲ, ἀπὸ Ἀδάμ.

[*](Σ)

426 Ἀδαμάντινα: ϲτερρά. ὁ δὲ Ἀπολλώνιοϲ ὥϲπερ ἑαυτῷ διελέγετο, [*](Suid.) οἷδα, ἔλεγε, καὶ δοκεῖ μοι καὶ ποῖ φέρεϲθε, καὶ χρὴ εἰδέναι. καὶ δόξαι βραχεῖαι καὶ ἀδαμάντιναι.

[*](Δ)

427 Ἀδαμαϲτί: ἐπίρρημα.

[*](soph.)

428 Ἀδάμαϲτοϲ: παρθένοϲ, ἄζυξ. Σοφοκλῆϲ· νῦν δ᾿ ἡ Διὸϲ γοργῶπιϲ παρθένοϲ θεὰ ἔϲφηλεν ἐμβαλοῦϲα λυϲϲώδη νόϲῳ.

[*](Δ)

429 Ἀδαμίθειοϲ.

[*](Σ)

430 Ἀδοξῆϲαι: τὸ κνῆϲαι, οὐκ ἐν τῷ ο ὀδαξῆϲαι. καὶ Ἀδαχεῖν. τὸ κνήθειν. ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἄχορα ἐκλέγει τ᾿ ἀεί· Ἀριϲτοφάνηϲ.

[*](Δ)

431 Ἀδαῖον: ἄκαυϲτον. καὶ Ἀδαῖοϲ: ὄνομα κύριον.

[*](Δ)

432 Ἄδαιτρον: ἀμέριϲτον.

[*](Hom.)

433 Ἄδεν: ἤρεϲκεν. ἐν Μύθοιϲ· οὐδέ οἱ οὐδ᾿ αἴθων ἄδε πόρδαλιϲ, οὕνεκα θυμοῦ ἐμπλείη.

[*](Σ+Prov.)

434 Ἀδεέϲ: ἀϲφαλὲϲ, ο φοβερόν. ὡϲ ἡ παροιμία· ἀδεὲϲ δέδοικαϲ δέοϲ. λεγόμενόν τί ἐϲτιν ἐπὶ τῶν τὰ μὴ φοβερὰ φοβουμένων.

[*](Rhet.)

435 Ἀδέητοϲ: ὁ μηδενὸϲ δεόμενοϲ καὶ πάντα ἔχων. Ἀντιφῶν ἐν α΄ Ἀληθείαϲ· διὰ τοῦτο οὐδενὸϲ δεῖται, οὔτε προϲδέχεται οὐδενόϲ τι, ἀλλ᾿ ἄπειροϲ καὶ ἀδέητοϲ.

[*](Σ)

436 Ἀδεκάϲτωϲ: ἀμερίϲτωϲ, δικαίωϲ, ἀδωροδοκήτωϲ, ὀρθῶϲ.

[*](Ar.)

437 Ἀδεκατεύτουϲ: Ἀριϲτοφάνηϲ ἀτελωνήτουϲ· τὰϲ γὰρ δεκάταϲ τῶν κοιλιῶν τῶν Θυομένων ἐδίδοϲαν τὴν δεκάτην μοῖραν ἐν τῷ πρυτανείῳ.

[*](Δ)

438 Ἀδεκτώ: ὄνομα δαίμονοϲ.

439 Ἀδελφά: οἰκεῖα, ἁρμόζοντα, πρέποντα.

[*](Δ)

440 Ἀδέλφιοϲ: ὄνομα κύριον.

[*](Δ)

441 Ἀδελφειόϲ: ὁ ἀδελφόϲ· Ἀδελφιδοῦϲ δὲ ὁ ἀνεψιόϲ. καὶ τὸν [*](Harp.) ἀδελφίδοῦν. καὶ Ἀδελφίζειν, ἀντὶ τοῦ ἀδελφὸν καλεῖν. οὕτωϲ Ἰϲοκράτηϲ [*](425 Ἀδαμιαῖοϲ sq. cf. Ambr. 408 426 — ϲτερρά ═ P, Ba 27, 5, H 427 ═ Ambr. 526 428 Soph. Ai. 450—2 c. sch. 429 ═ Ambr. 425 430 ═ P, Ba 26, 26; — κνῆϲαι ═ H, Et. M, 16, 5; Ar. fr. 410 431 ═ Ambr. 484, 414 432 ═ Ambr. 488 433 — ἤρεϲκεν sch. Μ 80, cf. H οὐδέ sq. Babr. p. 217 434 ═ P cf Philol. Suppl. 6, 257, n. 26 435 ἔχων ═ Bk. 183, 11; Ἀντιφῶν (fr. 98) — Ἀληθείαϲ ═ Harp. cf. P, Ba 27, 8, H 436 ═ P, Ba 27, 9 437 sch. Ar. Eq. 301 438 cf. Ambr. 458 440 ═ Ambr. 421 441 ἀδελφιδοῦϲ—ἀνεψιόϲ ═ Ambr. 387 ἀδελφίζειν—ἐχρήϲαντο Harp. cf. An. Ox. 2, 488, 11 Ba 27, 29, P; lsocr. 19, 30, Hecat. fr. 8 F Gr Hist Apolloph. fr. 4 (1, 798 K.)) [*](426 ὁ δέ sq. ex v. κατεγλωττιϲμένον 431 Z 48 432 Z 45 436 cf Z 49 437 cf. Z 39 440—1 Z 40, 49) [*](A(GITSM))[*]( 3 καί AM om. GI(TS), nov. gl. ἀπό] ὁ ἀπό GIT 4 ὁ—6 ἀδαμάντιναι om. S 4 ὥϲπερ A, v. κατεγλωττιϲμένον, ὡϲπερεί GITM 9 λυϲϲώδη GIT λυϲϲώδει AM 11 ⟨ο⟩ Pierson, om. mss. Phot. Ba 440 om. S 30 καὶ τὸν ἀδελφιδοῦν om. S ss. A 31 οὕτωϲ—41, 3 ἀδελφήν om. S)

47
καί ὁ Μιλήϲιοϲ Ἑκαταῖοϲ καὶ Ἀπολλοφάνηϲ ἐχρήϲαντο. καὶ τὸ θηλυκὸν τὴν ἀδελφιδὴν, ἡ ἀδελφιδὴ, τῆϲ ἀδελφιδῆϲ. ὅτι Ἀλυάττηϲ ὁ τῶν. Λυδῶν βαϲιλεὺϲ ᾔϲχυνε τὴν ἑαυτοῦ ἀδελφὴν.

[*](Suid.)