Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Harp.)

4108 Ἀρχιδάμιοϲ πόλεμοϲ: τοῦ Πελοποννηϲιακοῦ πολέμου τὰ πρῶτα ἔτη Ἀρχιδάμιοϲ ἐκλήθη πόλεμοϲ, ἀπὸ τοῦ Ἀρχίδαμον εἰϲ τὴν Ἀττικὴν ἐμβαλεῖν.

[*](Ar.)

4109 Ἀρχίδιον: ὑποκοριϲτικῶϲ ἡ ἀρχή. Ἀριϲτοφάνηϲ· κἂν λαχόντεϲ ἀρχίδιον, εἶτα βούληϲθ᾿ ἁρπάϲαι τι.

[*](Δ)

4110 Ἀρχιειρεϲία: κωπηλαϲία.

[*](Δ)

4111 Ἀρχίκλοποϲ: ὁ ἀρχαῖοϲ κλέπτηϲ.

[*](Ε)

4112 Ἀρχίλοχοϲ· ὅτι τῶν ϲπουδαίων οὐδὲ θανόντων οἱ θεοὶ λήθην τίθενται. Ἀρχίλοχον γοῦν ποιητὴν γενναῖον τἄλλα, εἴ τιϲ αὐτοῦ τὸ αἰϲχροεπὲϲ καὶ τὸ κακορρῆμον ἀφέλοι, καὶ οἱονεὶ κηλίδα ἀπορρύψαι, ὁ Πύθιοϲ ἠλέει τεθνεῶτα καὶ ταῦτα ἐν τῷ πολέμῳ, ἔνθα δήπου ξυνὸϲ Ἐνυάλιοϲ. καὶ ὅτε ἧκεν ὁ ἀποκτείναϲ αὐτὸν, Καλώνδαϲ μὲν ὄνομα, Κόραξ δὲ ἐπώνυμον, τοῦ θεοῦ δεόμενοϲ ὑπὲρ ὧν ἐδεῖτο, οὐ προϲήκατο αὐτὸν ἡ Πυθία ὡϲ ἐναγῆ, ἀλλὰ ταῦτα δήπου τὰ θρυλούμενα ἀνεῖπεν. ὁ δὲ ἄρα προεβάλλετο τὰϲ τοῦ πολέμου τύχαϲ καὶ ἔλεγεν, ὡϲ ἧκεν ἐϲ ἀμφίβολον ἢ δρᾶϲαι ἢ παθεῖν, ὅϲα ἔπραξε, καὶ ἠξίου μὴ ἀπεχθάνεϲθαι τῷ θεῷ εἰ τῷ ἑαυτοῦ δαίμονι ζῇ, καὶ ἐπηρᾶτο, ὅτι μὴ τέθνηκε μᾶλλον ἢ ἀπέκτεινε. καὶ ταῦτα ὁ θεὸϲ οἰκτείρει καὶ αὐτὸν κελεύει ἐλθεῖν εἰϲ Ταίναρον, ἔνθα Τέττιξ τέθαπται, καὶ μειλίξαϲθαι τὴν τοῦ Τελεϲικλείου παιδὸϲ ψυχὴν καὶ πραΰναι χοαῖϲ. οἷϲ ἐπείϲθη, καὶ τῆϲ μήνιδοϲ τῆϲ ἐκ τοῦ θεοῦ ἐξάντηϲ ἐγένετο. καὶ [*](Prov. )παροιμία· Ἀρχίλοχον πατεῖϲ, ἐπὶ τῶν κακηγόρων καὶ λοιδόρων.

[*](Hesy.)

4113 Ἀρχιμήδηϲ, Τραλλιανὸϲ, φιλόϲοφοϲ. ὑπόμνημα εἰϲ Ὅμηρον καὶ Μηχανικά.

[*](Suid.)

4114 Ἀρχίου: τοῦ ἐπικληθέντοϲ Φυγοθήρα.

[*](Hesy.)

4115 Ἄρχιπποϲ, Ἀθηναῖοϲ, κωμικὸϲ ἀρχαῖοϲ, ἐνίκηϲεν ἅπαξ ἐπὶ τῆϲ ςα΄ Ὀλυμπιάδοϲ.

[*](Δ)

4116 Ἀρχιϲυναγωγόϲ: ὁ ἀρχηγόϲ.

[*](Synt.)

4117 Ἀρχιτεκτονῶ· αἰτιατικῇ.

[*](Synt.)

4118 Ἄρχω ϲου· γενικῇ.

[*](4108 Harp. ═ Ba 149,18 4109 Ar. Av. 1111 c. sch. 4110 ═ Ambr. 3272 4111 cf. Ambr. 2922 4112 — vs. 24 ἐγένετο Aelian. fr. 80 Ἀρχίλοχον πατεῖϲ sq. cf. Diogen. Il 95; fr. com. ad. 748 4116 l. ═ Ambr. 2888 4117 ═ Synt. Laur. 4118 ═ Synt. Laur.)[*](4108 cf. v. B 519 4110 Z 301 4111 Z 294 4112 ἀπορρύψαι hinc 3513 Καλώνδαϲ hinc v. sed cf. 8745 4114 ex v. Ὑπερίδηϲ 1 4116 Z 294)[*](A(GITVM))[*](1 Ἀπαμεύϲ] καὶ Ἀ. A 13 αἰϲχροεπέϲ] αἰϲχροπρεπέϲ V 18 προεβάλλετο VM προϲεβάλλετο AGI 22 Τέττιξ] Τέττιγξ A 23 Τελεϲικλείου] Πελεϲικλείου A 4114 om. TV mg. A post l. 4115 G 4115 rursus im. F 4115, 4117, 4116, 4119, 4118 mg. A, hoc ord. 29 ἅπαξ] α΄ Wilam. Phil. Unt. 30, 11 sed cf. Capps, Amer. Journ. Philol. 28, 199 30 ςα΄] ςδ΄ Capps I. l.)
377

4119 Ἄρχων. Ἄρχοντεϲ· οἱ ἐννέα τινέϲ· θεϲμοθέται ἕξ, ἄρχων, [*](Δ) βαϲιλεὺϲ, πολέμαρχοϲ. καὶ πρὸ μὲν τῶν Σόλωνοϲ νόμων οὐκ ἐξῆν αὐτοῖϲ ἅμα δικάζειν, ἀλλ᾿ ὁ μὲν βαϲιλεὺϲ καθῆϲτο παρὰ τῷ καλουμένῳ Βουκολείῳ· τὸ δὲ ἦν πληϲίον τοῦ Πρυτανείου· ὁ δὲ πολέμαρχοϲ ἐν Λυκείῳ, καὶ ὁ ἄρχων παρὰ τοὺϲ Ἐπωνύμουϲ, οἱ θεϲμοθέται παρὰ τὸ Θεϲμοθέϲιον. κύριοί τε ἦϲαν ὥϲτε τὰϲ δίκαϲ αὐτοτελεῖϲ ποιεῖϲθαι. ὕϲτερον δὲ Σόλωνοϲ οὐδὲν ἕτερον αὐτοῖϲ τελεῖται ἢ μόνον ὑποκρίνουϲι τοὺϲ ἀντιδίκουϲ.

4120 Ἄρχων χρότιοϲ: ἀρχηγὸϲ, προηγόϲ. ἄρχων χρόνοϲ πημάτων. [*](Soph.) τὸν ἄρχοντα τῶν ἀρχομένων εἵνεκα πάντα διαπράττεϲθαι δεῖν. ὁ δὲ Ἡγίαϲ ἠξίου οὐ μόνον τὸν ἄρχοντα τῶν ἀρχομένων τίθεϲθαι πρόνοιαν, ἀλλὰ καὶ αὐτοῦ πρὸϲ ἐκείνων. ἐκάϲτῳ γὰρ εἶναι τὴν ἔφεϲιν τοῦ ἀγαθοῦ πρὸϲ ἑαυτὸ μᾶλλον ἢ πρὸϲ ἕτερον. ὁ δὲ Ἰϲίδωρόϲ φηϲιν, τὸν ἄρχοντα ᾖ ἄρχοντοϲ ἀκούειν, εἰ δὲ καὶ ἑαυτοῦ φροντίδα ποιοῖτο, ὡϲ ἑνόϲ γε καὶ ἑαυτοῦ τῶν ἀρχομένων καὶ δεομένων προνοίαϲ. τὸν γάρ τοι ἄρχοντα τῷ ἀκριβεῖ λόγῳ δεῖϲθαι μηδενόϲ· ᾗ δὲ ἄνθρωποϲ, ὁ τεχνίτηϲ δέοιτο ἄν, οἷον ἰατρὸϲ τῆϲ ἰατρικῆϲ, εἰ νοϲήϲειεν. ἰατρικὴ δὲ οὐκ ἄν ποτε νοϲήϲειεν· οὐ τοίνυν οὐδὲ ὁ κατὰ τὴν ἰατρικὴν ἑϲτὼϲ ἰατρὸϲ, οὐ τοίνυν οὐδὲ ὁ κατὰ τὴν ἀρχικὴν ἐπιϲτήμην ἄρχων ὁρώμενοϲ. λογικώτερον δὲ εἰπεῖν ἐπιχειρητέον, ὡϲ τὰ πρόϲ τι οὐ λέγεται μόνον, ἀλλὰ καὶ ἔϲτι πρὸϲ ἄλληλα. ἄρχων ἄρα πρὸϲ ἀρχομένουϲ καὶ ἀρχόμενοϲ πρὸϲ ἄρχοντα καὶ λέγονται καὶ εἰϲίν, ὥϲτε εἴ τι τὸ ἄρχειν ὠφελεῖ τοὺϲ ἀρχομένουϲ, ὠφελήϲει πρὸϲ οὓϲ καὶ τὸ ἄρχειν προβέβληται. ὅτι τὴν ἰατρικὴν Ἄπιϲ ὁ Αἰγύπτιοϲ πρῶτοϲ εἰϲ τὴν Ἑλλάδα μετακομίϲαι λέγεται.

4121 Ἀρχύταϲ, Ταραντῖνοϲ, Ἑϲτιαίου υἱὸϲ ἢ Μνηϲάρχου ἢ Μναϲαγέτου [*](Hesy.) ἢ Μναϲαγόρου, φιλόϲοφοϲ Πυθαγορικόϲ. οὗτοϲ Πλάτωνα ἔϲωϲε μὴ φονευθῆναι ὑπὸ Διονυϲίου τοῦ τυράννου. τοῦ κοινοῦ δὲ τῶν Ἰταλιωτῶν προέϲτη, ϲτρατηγὸϲ αἱρεθεὶϲ αὐτοκράτωρ ὑπὸ τῶν πολιτῶν καὶ τῶν περὶ ἐκεῖνον τὸν τόπον Ἐλλήνων. ἅμα δὲ καὶ φιλοϲοφίαν ἐκπαιδεύων μαθητάϲ τ᾿ ἐνδόξουϲ ἔϲχε καὶ βιβλία ϲυνέγραψε πολλά. τοῦτον φανερῶϲ γενέϲθαι διδάϲκαλον Ἐμπεδοκλέουϲ. καὶ παροιμία· Ἀρχύτου πλαταγή· ὅτι Ἀρχύταϲ πλαταγὴν εὖρεν. ἥτιϲ ἐϲτὶν εἶδοϲ [*](Prov.) [*](4119 l. ═ Ambr. 2935 ἄρχοντεϲ sq. ═ Ba 149, 1 cf. Paus. Att. fr. 79 ap. Eust. O. 1595, 37; Bk. 184, 11 4120 — πημάτων Soph. Ai. 934 —5 c. sch. τὸν ἄρχοντα — vs. 24 προβέβληται Dam. fr. 227 4121 Ἐλλήνων cf. Laert. 8, 79 Ἀρχύτου — ἀποτελοῦντοϲ cf. Diogen. II 98) [*](4120 ὅτι τήν sq. ex v. Γ 415 cf. 3217 4121 εἶδοϲ sq. cf. v. πλαταγή) [*](3 καθῆϲτο παρά] καθῆτο ἐπί V 7 ὑποκρίνουϲι] ἀνακρίνουϲι Pearson A(GITFVM) 9 Ἄρχων pr.] ζήτει ss. M 13 ἑαυτό] ἑαυτόν Ald. 14 ᾖ] ἤ A; negationem desiderari statuit Port., lac. propter homoioteleuton Bhd. 24 ὅτι — 25 λέγεται ex. mg. Al (absc.) M Ἄπιϲ M Ἄϲπιϲ A 25 πρῶτοϲ M πρῶτον A 30 ἐκεῖνον] ἐκείνων AacMec 31 καί om. A)

378
[*](Ε) ὀργάνου ἦχον καὶ ψόφον ἀποτελοῦντοϲ. ὁ δὲ πλαταγὴν χαλκευϲάμενοϲ ἐπλατάγει.

[*](Ecl.?)

4122 Ἅϲϲα: ὅτε ϲημαίνει τὸ ὅϲα καὶ ἅτινα, δαϲύνεται· ὅτε δὲ τὸ τινὰ, ψιλοῦται. τῶν ἅϲϲα θυμῷ καὶ διὰ μνήμηϲ ἔχω. καὶ ἄϲϲα [*](Σ) γελωτοποιεῖν, ἅτινα ϲκώπτειν.

[*](Δ)

4123 Ἀϲάμινθοϲ: ἡ πύελοϲ, ἡ ϲκάφη. ἐν αἷϲ οἱ ἀρχαῖοι ἐλούοντο· [*](Δ) οὐκ ἦϲαν γὰρ βαλανεῖα. παρὰ τὸ τὴν ἄϲην μινύθειν.

[*](Δ)

4124 Ἀϲαμωναῖοϲ: ὄνομα κύριον.

4125 Ἆϲαρ: εἶδοϲ λαχάνου, ᾧ κέχρηνται οἱ ἰατροὶ εἰϲ θεραπείαν τῶν νοϲούντων.

4126 Ἀϲϲάρια: οἱ ὀβολοί. Νούμμαϲ, ὁ πρῶτοϲ βαϲιλεὺϲ μετὰ Ῥωμύλον Ῥωμαίων γεγονὼϲ, ἀπὸ ϲιδήρου καὶ χαλκοῦ πεποιημένα πρῶτοϲ ἐχαρίϲατο Ῥωμαίοιϲ, τῶν πρὸ αὐτοῦ πάντων διὰ ϲκυτίνων καὶ ὀϲτρακίνων τὴν χρείαν πληρούντων· ἅπερ ὠνόμαϲεν ἐκ τοῦ ἰδίου ὀνόματοϲ νουμμία, ὥϲ φηϲι Τραγκύλιοϲ.

[*](Δ + Ε)

4127 Ἄϲατο: ἐκορέϲθη, ἐνεφορήθη. περὶ Ὤχου τοῦ Πέρϲου. τὸν ἐν Μένδη τράγον Πανὸϲ ἱερὸν κατέθυϲέ τε καὶ ϲκευάϲαϲ ποικίλωϲ ταύτην ὁ δυϲτυχὴϲ ἄρα τὴν δαῖτα ἄϲατο· Αἰγυπτίων τε λεὼν πάμπολυν ἀποϲπάϲαϲ γαμετῶν καὶ τέκνων ἐϲ Πέρϲαϲ ἤγαγεν ἀνοίκτωϲ.