Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](ΣΔ)

4088 Ἀρχέτυπον: πρωτότυπον. καὶ Ἀρχέτυποϲ, ὁ τὴν ἀρχὸν [*](Suid.) διδούϲ. Ἀρχαιότυπον δέ.

4089 Ἀρχεῖα: ἔνθα οἱ δημόϲιοι χάρται ἀπόκεινται, χαρτοφυλάκια ἢ τὰ χωρία τῶν κριτῶν· ἢ ἀρχαῖα, ὡϲ Ξενοφῶν Ἰϲτοριῶν η΄. [*](4078 l. ═ Ambr. 3263 ἀρχαιρεϲίη sq. gl. Hdt. 6, 58; — ζῆν ═ H v. ἀρχαιρεϲιάζειν, Et. M. 151, 10 cf. Ba 149, 13 4079 Harp. ═ An. Ox. 2, 490, 33 Ba 149, 11; Dinarch. fr I 2 4080 Synes. ep. 142, p. 278d; Φ 439 4081 Aelian. fr. 243 4082 cf. Ath. 7, 292d, 294b, 11, 467e 4083 Polyb. 12, 13, 7 cf. 4 ═ EV 2, 130,18 —14 cf. 7, 4084 φυϲικὸϲ —ἤγαγεν καὶ ἐδόξαζε —νόμῳ Laert. 2, 16 4085 ═ Ambr. 2988 (═ 3067) 4086 Soph. El. 71 — 2 c. sch. 4087 Ἀρχεϲτράτειοϲ cf. Ambr. 3148 4088 — πρωτότυπον ═ H; l. ═ Ba 148, 28, Σa ἀρχέτυποϲ sq. cf. Ambr. 2936 4089 — vs. 30 η΄ ═ Ba 148, 22, Σᵃ; Xen. Cyr. 8, 5, 17; 8, 6, 10) [*](4078 Z 300 4079 Z 309 4084 hinc v. δικαίωμα, Z 294; ὅτι Βαϲίλειοϲ sq. ex v. B 152 4088 Z 294, 305; ἀρχαιότυπον δέ ex 4077 4089 cf. Z 305; hinc sch. in Dem. Phil. 4 ed. Reiske; τήν ἐϲ sq. cf. v. Γ 487) [*](A(GITVM)) [*](1 περί] παρά V 4 Ἀρχαιρεϲιάζειν rec. m. in G, ed. pr. Zon. Harp. ἀρχαιϲιάζειν omnes, Ba 6 γάρ alt.] δ᾿ V 4082 om. G 17 Εὐριπίδην Kust. Εὐριπίδηϲ  A Εὐριπίδου ITM cp. GV 19 ὅτι—21 Κολωνείαϲ ex AmgM 28 ἀρχαιότυπον δέ om. AV)

373
τοὺϲ δὲ υἱέαϲ περιῆγεν ἐϲ τὴν ἐϲ τάχοϲ γράφουϲαν μοῖραν τῆϲ περὶ [*](Ε) τὰ ἀρχεῖα διακονίαϲ.

4090 Ἄρχειν· κοινότερον καὶ τὰϲ μικρὰϲ ἐπιϲταϲίαϲ καὶ λειτουργίαϲ [*](Ar.) ἀρχὰϲ ἔλεγον, καὶ τὸ βουλεῦϲαι ἄρξαι· ψιλὴ γὰρ ἐπιϲταϲία. Ἀριϲτοφάνηϲ · οὐκοῦν δικαϲτὰϲ ἐξεπίτηδεϲ ἡ πόλιϲ ἄρχειν καθίϲτηϲιν.

4091 Ἀρχή, ἡ μὲν φυϲικὴ, ὡϲ λέοντοϲ ἐν ζῴοιϲ καὶ ἀετῶν ἐν ὀρνέοιϲ· ἡ δὲ χειροτονητὴ, ὡϲ ἐπὶ βαϲιλέωϲ ἀνθρώπων. Μαρῖνόϲ φηϲι· γέγονε δὲ ἡμῖν ἡ ἀρχὴ οὐκ ἀρχὴ μόνον, οὐδὲ κατὰ τὴν παροιμίαν ἥμιϲυ τοῦ παντόϲ. αὐτὸ δὲ ὅλον τὸ πᾶν.

4092 Ἀρχή. ἀρχαὶ τῶν ὅλων δύο [*](Phil.) τὸ ποιοῦν καὶ τὸ πάϲχον, τὸ ποιοῦν δὲ τὸν ἐν τὸ μὲν οὖν πάϲχον εἶναι αὐτῇ λόγον, τὸν θεόν. τὴν ἄποιον οὐϲίαν, τὴν ὕλην. διαφέρει δὲ ἀρχαὶ καὶ ϲτοιχεῖα· τὰϲ μὲν γὰρ εἶναι ἀγενήτουϲ καὶ ἀφθάρτουϲ, τὰ δὲ ϲτοιχεῖα κατὰ τὴν ἐκπύρωϲιν φθείρεϲθαι. ἀλλὰ καὶ ἀϲωμάτουϲ εἶναι τὰϲ ἀρχὰϲ καὶ ἀμόρφουϲ, τὰ δὲ μεμορφῶϲθαι.

4093 Ἀρχή· ποιητική· εἰδική· τελική. ὁ δὲ Ἀριϲτοτέληϲ φηϲὶν, ὅτι [*](Phil.) ἡ ψυχὴ οἶον ἀρχὴ τῶν ζῴων ἐϲτὶν, ὡϲ ποιητικὴ, εἰδικὴ, τελική· αὗται γάρ εἰϲιν αἱ κυρίωϲ ἀρχαί. ὡϲ μὲν οὖν ποιητικὴ, ὅτι αὕτη κινεῖ τὸ ζῷον μόνῃ τῇ βουλήϲει καὶ οὐ δεῖται μοχλείαϲ τινόϲ· ὡϲ εἰδικὴ δὲ, ὅτι αὐτή ἐϲτιν ἡ εἰδοποιοῦϲα τὸ ζῷον καὶ ἁπλῶϲ τὰ ἔμψυχα. λέγεται γὰρ τὰ ἔμψυχα εἴδη αὐτὸ τοῦτο εἶναι κατὰ τὴν ψυχήν· τὸ γὰρ κρεῖττον ἐν ἑκάϲτῳ τῶν φυϲικῶν εἶδόϲ ἐϲτιν ἑκάϲτου· κρεῖττον δὲ ἐν τοῖϲ ἐμψύχοιϲ ἡ ψυχή. ὡϲ τελικὸν δὲ, ὅτι αὐτῆϲ ἕνεκα τὸ ϲῶμα· ἔϲτι γὰρ τὸ μὲν ϲῶμα ἕνεκά του, αὐτὴ δὲ οὗ ἕνεκα. ὅθεν καὶ ἡ διοργάνωϲιϲ τῶν ζῴων ἄλλη καὶ ἄλλη πρὸϲ τὴν ἰδιότητα τῆϲ ἐν ἑκάϲτῳ ψυχῆϲ. ἀλλ᾿ ἡ μὲν ψυχὴ τῶν ζῴων πορρωτέρω ἀρχή, ἡ δὲ φύϲιϲ προϲεχήϲ. τῶν δὲ ἐξ ἀνάγκηϲ ἑπομένων τῇ ψυχῇ τὰ μὲν αὐτῇ ἀκολουθεῖ, τὰ δὲ ὅλῳ τῷ ζῴῳ, λέγω δὴ τὸ ἐκ τῆϲ ζωῆϲ καὶ ϲώματοϲ. καὶ τὰ μὲν τῆϲ ψυχῆϲ πάθη ἡ νόηϲιϲ· τοῦτο γὰρ αὐτῆϲ ἴδιον· τὰ δ᾿ ἄλλα πάθη, τὸ αἰϲθάνεϲθαι, τὸ φανταϲιοῦϲθαι, θυμοῦϲθαι, ἐπιθυμεῖν καὶ εἴ τι τοιοῦτον, κοινά ἐϲτι τοῦ ϲυναμφοτέρου. ὅτι πέντε γένη ἔλεγεν εἶναι ἀρχὸϲ πάντων τῶν ὄντων, οὐϲίαν, ταυτότητα, ἑτερότητα, [*](4089 τούϲ sq. Procop. attr. v. Γ 437 sed cf. Byz. Zt. 21, 419 4090 Ar. Pl. 916 — 7 c. sch. 4091 γέγονε sq. Marin. c.34 4092 Laert. 7, 134 4093 — vs. 32 ϲυναμφοτέρου Philop. 25, 32 — 26, 12; 27, 3 —7; vs. 32 ὅτι πέντε sq. Philop. 74, 34 — 75, 15) [*](4090 οὐκοῦν sq. cf. v. ἐξεπίτηδεϲ 4091 Z 301) [*](4 βουλεῦϲαι] βαϲιλεῦϲαι καί V 6 ἀετῶν] ἀετοῦ pr. 10 Ἀρχή — 11 πύϲχον A(GITVM) + 12 τὸ ποιοῦν — 13 θεόν mg. AGITV (═ auctor Suidae), textu M ἀρχαί — δύο om. A 12 τὸ μέν —13 ὕλην transposui; ante τὸ ποιοῦν δέ Laert., in textu ante διαφέρει AGITV 13 τήν alt. Laert. Kust. γῆν AVM ἀρχήν GIT 14 διαρέρει V cp. AGITM cf. Laert. διαφέρουϲι pr. τάϲ] τῷ τάϲ M γάρ om. M ἀγενήτουϲ AV ἀγεννήτουϲ rell. 16 ἀϲωμάτουϲ] τῷ ἀ. μέν M 22 τήν om. VMac 23 ἐϲτιν om. VM 26 καὶ ἄλλη om. A)

374
κίνηϲιν, ϲτάϲιν. γένη δὲ ταῦτα ἔλεγεν οὐχ οὕτωϲ ὥϲπερ τὰ παρὰ τοῖϲ Περιπατητικοῖϲ, ἅτινα διῄρηται ὑπ᾿ ἀλλήλων καὶ ἀφ᾿ ἑκάϲτου ϲειρά τιϲ ἐκδίδοται τῶν ὑπαλλήλων γενῶν τε καὶ εἰδῶν, ἀλλ᾿ ὡϲ διὰ πάντων τῶν ὄντων διήκοντα. ἔϲτι γὰρ ἐν πᾶϲι καὶ οὐϲία, καθ᾿ ἥν ἑκάϲτου ἐϲτὶ τὸ εἶναι· καὶ ἔϲτι ταυτότηϲ, καθὸ ἐκ μιᾶϲ τῆϲ τῶν ὄντων ἐϲμὲν ἀρχῆϲ. ἔχομεν δὲ καὶ ἑτερότητα, ἐπειδὴ καὶ πλῆθόϲ ἐϲτι τὰ ὄντα· ὅπου δὲ πλῆθοϲ, ἐκεῖ ἑτερότηϲ. ἔϲτι δὲ καὶ κίνηϲιϲ ἐν πᾶϲι τοῖϲ οὖϲι· κίνηϲιν δέ λέγω οὐ τὴν ἀτελῆ ἐνέργειαν, ἀλλὰ τὴν ἐνεργῆ, τὴν ἑκάϲτου. πάντα γὰρ ἔχει οἰκείαν ἐνέργειαν, καὶ αὐτὰ τὰ ἄψυχα· ἢ γὰρ θερμαίνουϲιν ἢ ψύχουϲι τὰ παρακείμενα ἢ ὑγραίνουϲιν ἢ ξηραίνουϲιν ἢ ἄλλο τι τοιοῦτον ποιοῦϲι. καὶ ἡ ϲτάϲιϲ δὲ ἐπὶ πάντων θεωρεῖται· καὶ γὰρ τὰ ἀεικίνητα ϲτάϲεωϲ μετέχει, οὐ μόνον τὸ τὴν ὁλότητα ἑϲτάναι, ἀλλὰ καὶ αὐτὸ τὸ μένειν ἐπὶ τῆϲ ἀεικινηϲίαϲ ϲτάϲιϲ ἐϲτί. καθὸ οὖν μένουϲι τὰ κινούμενα ἢ ἀεὶ ἢ ἐπί τινα χρόνον, κατ᾿ αὐτὸ τοῦτο ϲτάϲεωϲ μετέχει.

4094 Ἀρχήν: τὰ πρῶτα, παρευθύ. Ναρϲῆν μὲν γὰρ οὐδὲ τὴν [*](Ε) ἀρχὴν ὑποϲτήϲεϲθαι ᾤοντο.

[*](Σ)

4095 Ἀρχηγέτηϲ: ἡγεμών.

[*](Prov.)

4096 Ἀρχὴ ἄνδρα δείκνυϲιν: ἐπὶ τῶν πρὸ μὲν τῆϲ ἀρχῆϲ ἐπιεικῶν, Harp. ἐν αὐτῇ δὲ τῇ ἀρχῇ βιαίων γενομένων. Σόλωνοϲ δὲ εἶναί φαϲιν αὐτὸ ἀπόφθεγμα, Ἀριϲτοτέληϲ δὲ καὶ Θεόφραϲτοϲ Βίαντοϲ.

[*](Prov.)

4097 Ἀρχὴ ἥμιϲυ παντόϲ: ἐπὶ τῶν τινοϲ ἀρχομένων καὶ προκοπτόντων.

[*](Harp.)

4098 Ἀρχὴν ἰᾶϲθαι πολὺ λώϊον ἠὲ τελευτήν: δηλοῖ δὲ ἡ παροιμία, ὡϲ ἀρχομένου τινὸϲ καὶ πάθουϲ καὶ ἄλλου τινὸϲ δεινοῦ μᾶλλον ἔϲτι κωλύειν ἢ ἐνακμάϲαντοϲ καὶ τελειωθέντοϲ.

[*](Prov.)

4099 Ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοιϲιν ἄριϲτον, μηδ᾿ ἐϲιδεῖν αὐγὰϲ ὀξέοϲ ἠελίου· φύντα δ᾿ ὅπωϲ ὤκιϲτα πύλαϲ Ἀΐδαο περῇϲαι: ἐπὶ τῶν δυϲτυχῶϲ βεβιωκότων.

[*](Δ)

4100 Ἀρχήϲαντοϲ: ἄρξαντοϲ.

[*](Σ)[*](4101)

Ἀρχὴ Σκυρία: ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυϲιτελὲϲ ἐχόντων. παρόϲον πετρώδηϲ καὶ λυπρὰ καὶ διὰ τοῦτο πενιχρὰ ἡ Σκῦροϲ οὐδὲν φέρουϲα λόγου ἄξιον. οἱ δὲ ἀπὸ Θηϲέωϲ, ὅτι ἐπιθέμενοϲ τῇ Λυκομήδουϲ ἀρχῇ, ὅτι πειρῶν τὴν γυναῖκα αὐτοῦ κατακρημνιϲθείη. [*](4094 Ναρϲῆν sq. Agath. 1, 7, p. 30 4095 ═ Σa cf. Ba148,29 4096 — γενομένων cf. Diogen. ll 94, Philol. Suppl. 6, 260, n. 237 Σόλωνοϲ sq. Harp. cf. sch. Soph. Ant. 175 4097 cf. Diogen.II 97, Philol. Suppl. 6, 260 n. 240 4098 Harp. cf. An. Ox. 2, 491, 1 4099 ═ Macar. Il 45 4100 cf. Ambr. 3340 4101 Paus. Att. fr. 78 ap. Eust. l. 782, 52; — Σκῦροϲ ═ H, Zen. l 32; Theopbr. fr. 131 Wimmer) [*](4094 Z 301) [*](A(GITVM)) [*](12 τό] τῷ Philop. 17 ὑποϲτήϲεϲθαι] ἀποϲτήϲεϲθαι A 24 ἰᾶϲθαι] ἰάϲαϲθαι V ἠέ TVM ἤ AGI 34 ὅτι] καί Eust.)

375
ὀϲτρακιϲθῆναι δὲ πρῶτον Ἀθήνηϲι Θηϲέα ἱϲτορεῖ Θεόφραϲτοϲ ἐν τοῖϲ πρώτοιϲ καιροῖϲ.

4102 Ἀρχιάδαϲ· οὗτοϲ οἷοϲ ἦν τὴν ψυχὴν ἀπεδείκνυτο· πλείϲτων γὰρ αὐτῷ χρημάτων διηρπαϲμένων, ἐπειδὴ ἤϲθετο Θεαγένη ἔτι παιδίον ὄντα λυπούμενον ἐπὶ τοῖϲ ἀπολωλόϲι καὶ πεπορθημένοιϲ, ὦ Θεάγενεϲ, ἔφη, θαρρεῖν ἤδη ϲε χρὴ καὶ τοῖϲ θεοῖϲ ὁμολογεῖν ϲωτηρίουϲ χάριταϲ ὑπὲρ τῶν ϲωμάτων, ὑπὲρ δὲ τῶν χρημάτων οὐκ ἀθυμητέον. εἰ γὰρ Ἀθηνᾶ ἡ Πολιὰϲ ἐκέλευϲεν αὐτὰ ἀναλῶϲαι Παναθηναίοιϲ, πόϲου ἂν ἐπριάμεθα τὴν δαπάνην ταύτην; ἀλλὰ τὸν παρόντα ἀγῶνα καὶ Παναθηναίων ἡγεῖϲθαι δεῖ καὶ παντὸϲ ἑτέρου λαμπρότερόν τε καὶ εὐϲεβέϲτερον.

4103 Ἀρχίαϲ· οὖτοϲ βουλόμενοϲ τὴν Κύπρον προδοῦναι Δημητρίῳ [*](EV) καὶ φωραθεὶϲ καὶ ἐϲ κρίϲιν ἀχθεὶϲ καλῳδίῳ τῶν ἐκ τῆϲ αὐλαίαϲ παραπεταϲμένων ἑαυτὸν ἀπεκρέμαϲε. τῷ γὰρ ὄντι διὰ τὰϲ ἐπιθυμίαϲ κενοὶ κενὰ λογίζονται κατὰ τὴν παροιμίαν. καὶ γὰρ ἐκεῖνοϲ δόξαϲ φ΄ τάλαντα προϲλήψεϲθαι καὶ τὰ προϋπάρχοντα χρήματα καὶ τὸ πνεῦμα προϲαπέβαλεν.

4104 Ἀρχίαϲ, Συρακούϲιοϲ καὶ Μύϲκελλοϲ Ἀχαιὸϲ ἧκον ἐϲ Δελφοὺϲ [*](Ε) ἐν τῷ αὐτῷ τοῦ χρόνου καὶ ᾔτουν ἄρα ὑπὲρ ὧν ἔμελλον οἰκίζειν πόλεων φήμην ἀγαθὴν λαβεῖν, τὸν ἐπινηϲθέντα αὐτοῖϲ τε καὶ ταῖϲ πόλεϲιν αὐτῶν βίον. λέγει δὲ ἡ Πυθία· χώραϲ καὶ πόλεωϲ οἰκήτορα λαὸν ἔχοντεϲ ἤλθετ᾿ ἐρηϲόμενοι Φοῖβον, τίνα γαῖαν ἵκηϲθε· ἀλλ᾿ ἄγε δὴ φράζεϲθ᾿ ἀγαθῶν πότερόν κεν ἕλοιϲθε, πλοῦτον ἔχειν κτεάνων ἢ τερπνοτάτην ὑγίειαν. ἐπεὶ τοίνυν ταῦτα ἠκουϲάτην, Ἀρχίαϲ ὢν φιλοχρήματοϲ πλούτου περιβολὴν αἱρεῖται, οὐδὲ ἐψεύϲθη τῆϲ ἐλπίδοϲ· παμπλούϲιοϲ γοῦν Συράκουϲα ἡ πόλιϲ κατὰ τὴν φήμην τὴν Πυθιάδα ἐγένετο. Μύϲκελλοϲ δὲ αἱρεῖται αὐτόϲ τε ὑγιαίνειν καὶ ἡ πόλιϲ· καὶ ἀπώνητο ὧν ᾔτηϲε. δεῖγμα γοὖν τῆϲ ἐν Κρότωνι ὑγιείαϲ ῥωμαλέοι τέ εἰϲιν οἱ οἰκήτορεϲ, καὶ ἀθλητῶν ἡ πόλιϲ πολλῶν καὶ ἀγαθῶν μήτηρ ἐγένετο. πλοῦτοϲ ἄρα καὶ ὑγίεια δῶρα ἄμφω ἐϲτόν· αἵρεϲιϲ δὲ ἐρρωμένη καὶ διάνοια ὑγιαίνουϲα αἱρεῖται τὰ βελτίω, καὶ ἀπέφηναν καὶ οὗτοι, ὁ μὲν ϲυνετώτεροϲ ὢν, ὁ δὲ οὐ πάντῃ ἐλευθέριοϲ. τῶν γὰρ οὖν ἀγαθῶν τῶν ἀνθρωπικῶν τὸ μὲν πρεϲβύτερον, τὸ δὲ δεύτερον, ὡϲ καὶ Πλάτων φηϲὶ καὶ τὸ ϲκολιὸν ᾄδει.

4105 Ἀρχίβιοϲ, Ἀπολλωνίου, γραμματικόϲ. τῶν Καλλιμάχου ἐπιγραμμάτων [*](Hesy.) ἐξήγηϲιν.

4106 Ἀρχίβιοϲ, Πτολεμαίου, Λευκάδιοϲ ἢ Ἀλεξανδρεὺϲ, γραμματικὸϲ [*](Hesy.) τῶν ἕωϲ Τραϊανοῦ τοῦ Καίϲαροϲ ἐν Ῥώμῃ παιδευϲάντων.

[*](4102 Dam. fr. 282 cf. Phot. bibl. 349a 24 4103 Polyb. 33, 5, 2 ═ EV 2 200, 8 — 13 4104 Aelian. fr. 346 cf. sch. Ar. Eq. 1091; Πλάτων Gorg. 451e)[*](4103 cf. 4434 et v. κενοί 4104 cf. v. Μύϲκελλοϲ 1 et v. ϲκολιόν 2)[*](14 παραπεταϲμένων] παραπεταϲμάτων pr. ἀπεκρέμαϲε] ἀπενέκρωϲε V A(GITVM) 26 Συράκουϲα] Συρακουϲίων V 28 Κρότωνι⌋ Κρότων A 31 καί sec.] ὡϲ Bas. 32 γάρ] γ᾿ A)
376
[*](Hesy.)

4107 Ἀρχιγένηϲ, Φιλίππου, Ἀπαμεὺϲ Συρίαϲ, ἰατρὸϲ, μαθητὴϲ Ἀγαθίνου, ἐπὶ Τραϊανοῦ ἰατρεύϲαϲ ἐν Ῥώμῃ, βιοὺϲ ἔτη ξγ΄ καὶ ϲυγγράψαϲ πολλὰ ἰατρικά τε καὶ φυϲικά.