Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Hesy.)

3908 Ἀρίϲτιπποϲ: Ἀριτάδου, ἀπὸ Κυρήνηϲ, φιλόϲοφοϲ, Σωκράτουϲ ἀκουϲτήϲ· ἀφ’ οὗπερ ἡ Κυρηναϊκὴ κληθεῖϲα αἵρεϲιϲ ἤρξατο. πρῶτοϲ δὲ τῶν Σωκρατικῶν μιϲθοὺϲ ἐπράξατο. Ξενοφῶντι δὲ εἶχε δυϲμενῶϲ, καὶ ἦν ἱκανὸϲ ἁρμόϲαϲθαι καὶ χρόνῳ καὶ τόπῳ. καὶ τῶν μὲν παρόντων ἀπέλαυε καὶ ἡδονὴν μετεδίωκε, πόνῳ δὲ ἀπόλαυϲιν οὐδεμίαν ἐθήρα τῶν οὐ παρόντων. ὅθεν Διογένηϲ βαϲιλικὸν κύνα αὐτὸν ἐκάλει. ἀποφθέγματα δὲ αὐτοῦ πλεῖϲτα καὶ ἄριϲτα. διήκουϲε δὲ αὐτοῦ ἡ θυγάτηρ Ἀρήτη, ἀφ’ ἧϲ ὁ παῖϲ αὐτῆϲ ὁ νέοϲ Ἀρίϲτιπποϲ, ὃϲ ἐκλήθη Μητροδίδακτοϲ, οὐ Θεόδωροϲ, ὁ Ἄθεοϲ ἐπικληθείϲ, εἶτα Θεόϲ· τοῦ δὲ Αντίπατροϲ, τοῦ δὲ Ἐπιτιμήδηϲ ὁ Κυρηναῖοϲ, τοῦ δὲ Παραιβάτηϲ. [*](3903 ἐξοϲτρακίζεϲθαι — ψῆφον cf. 1.1. 7. 7 ἑκάτεροϲ sq. sch. Ar Eq.1325, 1334 3904 — ἔπαθλον ═ Ambr 3303 cf. Bk. 211,27; Ἀρίϲτειοϲ sq. cf. Ambr 3141, 2955 3905 τούτουϲ sq. Ar. Av. 660 3906 ═ Ba 143,21, Bk. 218, 31 sch. Pl. Leg. 855 c; — ἐκλογὴν ═ Ambr. 3376 3908 — ῆρξατο c Laert. 265 πρῶτοϲ —ἐκάλει Laert. 2, 65 — 66; διήκουϲε sq. Laert. 2, 86) [*](3903 Ξξέρξηϲ — προϲφερόμενοϲ cf. v Δ 72; vs 10 Ἀριϲτείδηϲ sq. cf. v. Μιλτιἀδῃ 3964 Z 304 3907 ex 3668 3908 hinc v. Κυρηναῖοϲ et v. Ἐπιτιμήδηϲ) [*](A(GITFVM)) [*](5 ἐξοϲτρακιϲμόν] ἐξοϲτρακιϲμένον IT 7 Ξέρξηϲ] Ξέρξου pr. 14 τοῦ] τὸ Bas., v. Μιλτιάδῃ, τά scb. 16 ἀριϲτεύϲαϲι] ἀριϲτεὐϲι TF Ambr. Zon οῖϲ ss. M 20 αἵρεϲιν ] διαίρεϲιν A νομοθετῶν om. sch. Pl., ex Νόμων ortum esse perspexit Cohn, Jb Suppl. 13, 830,5 3907 om. GTF post 3904 V M post 3905 I 25 ἱκανόϲ] ἱκανῶϲ ΙM παρόντων AV πάντων GIM 26 ἀπέλαυε] ἀπέλαβε AM πόνῳ A πόνων GIVM 31 Παραιβάτηϲ AM Laert. Παραβάτηϲ GIV)

355
τοῦ δὲ Ἡγηϲίαϲ ὁ Πειϲιθάνατοϲ, τοῦ δὲ Ἀννίκεριϲ, ὁ Πλάτωνα λυτρωϲάμενοϲ.

3909 Ἀρίϲτιπποϲ, Σωκράτουϲ ὁμιλητὴϲ, ἐν πάϲι τὴν ἡδονὴν ἀϲπαϲάμενοϲ καὶ ἐπίχαριϲ. λέγεται δὲ ὅτι καὶ τοῦ παιδὸϲ αὐτῷ φέροντοϲ ἀργύριον καὶ ἀχθομένου τῷ βάρει, τὸ βαροῦν ἀπόβαλε, ἔφη. ἐπιβουλευόμενοϲ δὲ ἐν πλῷ δι’ ἃ ἐπήγετο, εἰϲ τὴν θάλατταν ἐξέβαλεν αὐτά. ἡ γὰρ τούτων, ἔφη, ἀπώλεια ἐμὴ ϲωτηρία. ἐπέϲκωπτε δ’ Ἀντιϲθένην ἀεὶ διὰ τὴν ϲτρυφνότητα. καὶ πρὸϲ Διονύϲιον τὸν Σικελίαϲ τύραννον ἐλθὼν καὶ πίνων ἐνίκα καὶ ὀρχήϲεωϲ τοῖϲ ἄλλοιϲ κατῆρξεν, ἐνδύϲ ἐϲθῆτα ἁλουργῆ. Πλάτων δὲ προϲκομιζομένηϲ αὐτῷ τῆϲ ϲτολῆϲ, εἶπεν Εὐριπίδου ἰαμβικά· οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι ϲτολὴν, ἄρρην πεφυκὼϲ καὶ γένουϲ ἐξ ἄρρενοϲ. Ἀρίϲτιπποϲ δὲ δεξάμενοϲ καὶ γελάϲαϲ εἶπὲ τοῦ αὐτοῦ ποιητοῦ· καὶ γὰρ ἐν βακχεύμαϲιν ὁ νοῦϲ ὁ ϲώφρων οὐ διαφθαρήϲεται. ὑπὲρ φίλου δὲ ἀξιῶν καὶ μὴ τυγχάνων, τῶν ποδῶν ἥψατο καὶ ἔπειϲε· καὶ οὐ ταύτηϲ ἐγὼ τῆϲ κολακείαϲ αἴτιοϲ, εἶπεν, ἀλλὰ Διονύϲιοϲ, ὁ ἐν γόναϲι τὰϲ ἀκοὰϲ ἔχων.

3910 Ἀριϲτογένηϲ, Θάϲιοϲ, ἰατρὸϲ, ἔγραψε βιβλία κδ΄. ἐκρίθη δὲ [*](Hesy.) Περὶ διαίτηϲ ἕν, Περὶ δυνάμεωϲ α′, Περὶ δακέτων α΄, Περὶ ϲπέρματοϲ α′, Ὑγιεινὸν α΄, Ἐπιϲτολικὰ, Ἐπιτομὴν φυϲικῶν βοηθημάτων πρὸϲ Ἀντίγονον.

3911 Ἀριϲτογένηϲ, Κνίδιοϲ, ἰατρὸϲ, δοῦλοϲ Χρυϲίππου τοῦ φιλοϲόφου. [*](Hesy.) ἰάτρευϲεν Ἀντιγόνῳ τῷ ἐπικληθέντι Γονατᾷ.

3912 Ἀριϲτογείτων, Κυδιμάχου ἢ Λυϲιμάχου, Ἀθηναῖοϲ, ῥήτωρ, [*](Hesy.) μητρὸϲ δὲ ἀπελευθερικῆϲ· ὅϲτιϲ ἐπεκαλεῖτο κύων διὰ τὴν ἀναίδειαν αὐτοῦ. ἐφονεύθη δὲ ὑπὸ Ἀθηναίων, λόγουϲ ποιήϲαϲ, Ἀπολογίαν πρὸϲ Δημοϲθένην τὸν ϲτρατηγὸν, Πρὸϲ Λυκοῦργον, ἰατὰ Τιμοθέου, Κατὰ Τιμάρχου, Κατὰ Ὑπερίδου, Κατὰ Θραϲύλλου, Ὀρφανικόν. ζήτει περὶ τοῦδε τοῦ Ἀριϲτογείτονοϲ, μήποτέ ἐϲτιν οὗτοϲ ὁ Ἀρμοδίου ἑταῖροϲ.

3913 Ἀριϲτογείτων, Σκυδίμου, ϲυκοφάντηϲ. τούτου ὁ πατὴρ [*](E?) ὀφλήϲαϲ τῷ δημοϲίῳ τελευτῇ ἐν τῷ δεϲμωτηρίῳ. καὶ αὐτὸϲ Ἀριϲτογείτων μετὰ ταῦτα ὡϲ κληρονόμοϲ τοῦ ὀφλήματοϲ ἐδέθη. ἡ δὲ μήτηρ ἐπράθη ὑπὸ τοῦ δήμου. ἐν δὲ τῷ δεϲμωτηρίῳ κλέψαϲ γραμματεῖον κατεγνώϲθη ὑπὸ τῶν δεϲμωτῶν, καὶ τὴν ῥῖνα, οὐ τὸ γραμματεῖον κλεψεν, ἔφαγε. καὶ Ζωβίαν ὑποδεξαμένην αὐτὸν φυγόντα, ἀξιοῦϲαν εὐ παθεῖν, ὅτε ἴϲχυεν, ἐπὶ τὸ τοῦ μετοικίου πωλητήριον ἤγαγε, καὶ τὴν ἀδελφὴν ἐπ’ ἐξαγωγῇ πέπρακεν. Ὑπερίδην δὲ ἐγράψατο παρανόμων ἐπὶ τῷ μετὰ Χαιρώνειαν ψηφίϲματι καὶ οὐχ εἷλεν.

[*](3909 cf. Laert. 2.77 — 79; Διονύϲιον —διαφθαρήϲεται cf. Sext. Empir. Pyrr 3, 204; vs 11 οὐκ —12 ϲτολὴν Eur. Bacch. 836; vs.13 καὶ γάρ —14 διαφθαρήϲεται Eur. Bacch. 317 — 8 3913 cf. Dem. 25, 54 sqq.)[*](3909 hinc 1859 fn. 3913 cf. v. Ζωβία, v. ἐξαγωγή, v. μέτοικοι)[*](5 ἀπόβαλε ἀπέβαλε A 7 ἀπώλεια| ἐπιβόλεια A 9 τοῖϲ ἄλλοιϲ AGI A(GITFVM) τῆϲ ἄλληϲ VM 12 ἄρρενοϲ] ἄρμενοϲ A.)
356
[*](Ε)

3914 Ἀριϲτόδημοϲ, Ἀριϲτοκράτουϲ, Κύμηϲ τῆϲ Ἰταλιώτιδοϲ τύραννοϲ, ἀνὴρ οὐ τῶν ἐπιτυχόντων ἕνεκα γένουϲ· ὃϲ ἐκαλεῖτο μαλακὸϲ ὑπὸ τῶν ἀϲτῶν καὶ ϲὺν χρόνῳ γνωριμωτέραν τοῦ ὀνόματοϲ ἔϲχε τὴν κλῆϲιν, εἶθ’ ὅτι θηλυδρίαϲ ἐγένετο παῖϲ ὢν καὶ τὰ γυναιξὶν ἁρμόττοντα ἔπαϲχεν, εἴθ’ ὅτι πρᾶοϲ ἦν φύϲει καὶ μαλακὸϲ ἐϲ ὀργήν.

[*](Hesy)

3915 Ἀριϲτόδημοϲ· Ἐπιτομὴν τῆϲ Καθόλου Ἡρωδιανοῦ ἔγραψε πρὸϲ Δαναόν.

[*](Hesy.)

3916 Ἀριϲτοκλῆϲ, Μεϲϲήνιοϲ τῆϲ Ἰταλίαϲ, φιλόϲοφοϲ Περιπατητικόϲ. ϲυνέταξε Περὶ φιλοϲοφίαϲ βιβλία ι’ Πότεροϲ ϲπουδαιότεροϲ Ὅμηροϲ ἢ Πλάτων. καταλέγει δὲ ἐν τούτοιϲ πάνταϲ φιλοϲόφουϲ καὶ δόξαϲ αὐτῶν. ἔγραψε δὲ καὶ Τέχναϲ ῥητορικὰϲ, Περὶ Σαράπιδοϲ. Ἠθικὰ βιβλία θ΄,

[*](Hesy.)

3917 Ἀριϲτοκλῆϲ, Λαμψακηνὸϲ, φιλόϲοφοϲ Στωϊκόϲ. ἔγραψεν Ἐξήγηϲιν τῶν Χρυϲίππου Περὶ τοῦ πῶϲ ἕκαϲτα λέγομεν καὶ διανοούμεθα. βιβλία δ′.

[*](Hesy.)

3918 Ἀριϲτοκλῆϲ, Περγαμηνὸϲ, ϲοφιϲτὴϲ, γεγονὼϲ ἐπί τε Τραϊανοῦ καὶ Ἀδριανοῦ Τέχνην ῥητορικὴν, Ἐπιϲτολὰϲ, Περὶ ῥητορικῆϲ βιβλία ε΄. Μελέταϲ, Πρὸϲ τὸν βαϲιλέα ἐπὶ τῆ διανεμήϲει τοῦ χρυϲίου.

[*](EV)

3919 Ἀριϲτοκράτηϲ, Ῥοδίων ϲτρατηγόϲ· ὃϲ ἦν κατὰ τὴν ἐπιφάνειαν ἀξιωματικὸϲ καὶ καταπληκτικόϲ. διόπερ ἐκ πάντων τούτων ὑπέλαβον οἱ Ῥόδιοι τελέωϲ ἀξιόχρεων ἡγεμόνα καὶ προϲτάτην ἔχειν τοῦ πολέμου. διεψεύϲθηϲαν δὲ τῶν ἐλπίδων· ἐλθὼν γὰρ ἐϲ τὰϲ πράξειϲ ὥϲπερ ἐϲ πῦρ, καθάπερ τὰ κίβδηλα τῶν νομιϲμάτων, ἀλλοῖοϲ ἐφάνη.

[*](Δ)

3920 Ἀριϲτοκρατία: ἡ κράτηϲιϲ τῶν ἀρίϲτων.

[*](Μ)

3921 Ἀριϲτομάχη: ὄνομα κύριον.

[*](Hesy.)

3922 Ἀριϲτομένηϲ, Ἀθηναῖοϲ, κωμικὸϲ τῶν ἐπιδευτέρων τῆϲ ἀρχαίαϲ κωμῳδίαϲ, οἱ ἦϲαν ἐπὶ τῶν Πελοποννηϲιακῶν, Ὁλυμπιάδι πζ′. ἐπεκλήθη Θυροποιόϲ.

[*](suid.)

3923 Ἄριϲτον: περὶ ὥραν γ΄. παρὰ τὸ εἰϲ ἀριϲτείαν προέρχεϲθαι. ζήτει ἐν τῷ δεῖπνον.

[*](Hesy)

3924 Ἀριϲτόνικοϲ, Ἀλεξανδρεὺϲ, γραμματικόϲ. ἔγραψε Περὶ τῶν ϲημείων τῶν ἐν τῇ Θεογονίᾳ Ἡϲιόδου καὶ τῶν τῆϲ Ἰλιάδοϲ κα Ὀδυϲϲείαϲ· Ἀϲυντάκτων ὀνομάτων βιβλία Ϛ΄.

[*](EV)

3925 Ἀριϲτόνικοϲ, ὁ τοῦ Πτολεμαίου τοῦ βαϲιλέωϲ Αἰγύπτου εὐνοῦχοϲ μὲν ἦν, ἐκ παιδίου δ’ ἐγεγόνει ϲύντροφοϲ τῷ βαϲιλεῖ. τῆϲ δ’ ἡλικίαϲ προβαινούϲηϲ ἀνδρωδεϲτέραν εἶχεν ἢ κατ’ εὐνοῦχον τόλμαν [*](3914 Dionys. Hal. 7, 2, 4 3919 Pοlyb 33,4 ═ EV 2, 200.1 6 3920 I. ═ Ambr. 3264 3921 ═ Ambr. 3227 3925 Polyb. 22, 22 ═ EV 2,169, 8—15) [*](392 Z 298 2923 ex v. δεῖπνον 3925 hinc v εὐνοῦχο.) [*](A(GITFVM)) [*](3 ἀϲτῶν] αὐτῶν VM 11 Τέχναϲ —Σαράπιδοϲ ad 3918 rettulit Gustschmid 27 Ολυμπιάδι Port. cp A Ὀλυμπιάδων rell. 3927 om. GV post 3919 T post 3520 I post 3924 M 29 ζήτει —30 δεῖπνον om. T mg. A.)

357
καὶ προαίρεϲιν. καὶ γὰρ φύϲει ϲτρατιωτικὸϲ ἦν καὶ τὴν πλείϲτην διατριβὴν ἐποιεῖτο ἐν τούτοιϲ καὶ περὶ ταῦτα. παραπληϲίωϲ καὶ κατὰ τὰϲ ἐντεύξειϲ ἱκανὸϲ ὑπῆρχε καὶ τὸν κοινὸν νοῦν εἶχεν, ὃ ϲπάνιόν ἐϲτι. πρὸϲ δὲ τούτοιϲ πρὸϲ εὐεργεϲίαν ἀνθρώπων ἐπεφύκει καλόϲ.

3926 Ἀριϲτονομία. ἡ διανομὴ τῶν ἀρίϲτων.

[*](Δ)

3927 Ἀριϲτόξενοϲ, υἱὸϲ Μνηϲίου, τοῦ καὶ Σπινθάρου, μουϲικοί, [*](Hesy.) ἀπὸ Τάραντοϲ τῆϲ Ἰταλίαϲ. διατρίψαϲ δὲ ἐν Μαντινείᾳ φιλόϲοφοϲ γέγονε καὶ μουϲικῇ ἐπιθέμενοϲ οὐκ ἠϲτόχηϲεν, ἀκουϲτὴϲ τοῦ τε πατρὸϲ καὶ Λάμπρου τοῦ Ἐρυθραίου, εἶτα Ξενοφίλου τοῦ Πυθαγορείου καὶ τέλοϲ Ἀριϲτοτέλουϲ· εἰϲ ὃν ἀποθανόντα ὕβριϲε, διότι κατέλιπε τῆϲ ϲχολῆϲ διάδοχον Θεόφραϲτον, αὐτοῦ δόξαν μεγάλην ἐν τοῖϲ ἀκροαταῖϲ τοῖϲ Ἀριϲτοτέλουϲ ἔχοντοϲ. γέγονε δὲ ἐπὶ τῶν Ἀλεξάνδρου καὶ τῶν μετέπειτα χρόνων· ὡϲ εἶναι ἀπὸ τῆϲ ρια′ Ὀλυμπιάδοϲ, ϲύγχρονοϲ Δικαιάρχῳ τῷ Μεϲϲηνίῳ. ϲυνετάξατο δὲ μουϲικά τε καὶ φιλόϲοφα, καὶ ἱϲτορίαϲ καὶ παντὸϲ εἴδουϲ παιδείαϲ· καὶ ἀριθμοῦ αὐτοῦ τὰ βιβλία εἰϲ υνγ΄.