Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

3888 Ἄριϲ: ὁ μὴ ἔχων ῥῖνα.

[*](Suid.)

3889 Ἀρίϲβη. πόλιϲ τῆϲ Βοιωτίαϲ.

[*](Δ)

3890 Ἀρίϲημοϲ: φανερὸϲ ἐν πολέμοιϲ.

[*](Δ)

3891 Ἄρίϲτα: κάλλιϲτα. καὶ παροιμία· Ἄριϲτα χωλὸϲ ὑφεῖ. [*](Prov) ἐπὶ τῶν τὰ οἰκεῖα κακὰ μᾶλλον αἱρουμένων ἢ τὰ ἀλλότρια ἀγαθά.

3892 Ἀρίϲταρχοϲ, Ἀλεξανδρεὺϲ θέϲει, τῇ δὲ φύϲει Σαμοθρᾲξ, [*](Hesy.) πατρὸϲ Ἀριϲτάρχου. γέγονε δὲ κατὰ τὴν ρνϛ′ Ὁλυμπιάδα, ἐπὶ Πτολεμαίου τοῦ Φιλομήτοροϲ, οὐ καὶ τὸν υἱὸν ἐπαίδευϲε. λέγεται δὲ γράψαι ὑπὲρ ω βιβλία ὑπομνημάτων μόνων. μαθητὴϲ δὲ γέγονεν Ἀριϲτοφάνουϲ τοῦ γραμματικοῦ καὶ Κράτητι τῷ γραμματικῷ Περγαμηνῷ πλεῖϲτα διημιλλήϲατο ἐν Περγάμῳ. μαθηταὶ δὲ αὐτοῦ γραμματικοὶ περὶ τοὺϲ μ΄ ἐγένοντο. τελευτῇ δὲ ἐν Κύπρῳ ἑαυτὸν ὑπεξαγαγὼν ἐνδείᾳ τροφῆϲ, νόϲῳ τῇ ὕδρωπι ληφθείϲ. ἔτη δὲ αὐτοῦ τῆϲ ζωῆϲ οβ΄. καὶ παῖδαϲ μὲν κατέλιπεν Ἀρίϲταρχον καὶ Ἀριϲταγόραν. ἄμφω δὲ ἐγένοντο εὐήθειϲ, ὥϲτε καὶ ἐπράθη ὁ Ἀρίϲταρχοϲ· Ἀθηναῖοι δὲ ἐλθόντα παρ’ αὐτοῖϲ ἐξωνήϲαντο.

[*](3880 l. ═ Ambr. 3353 αἰτιατικῇ ═ Synt. Laur. 388 Ambr. 3328 et 3014 3882 τόποϲ cf. Ambr. 3327, 3146; Ἀριμαϲπόϲ sq. ═ Ambr. 3175 3889 cf. Ambr. 3188 3884 l ═ Ambr 3293 Ἀριμίνιοϲ sq. cf. Ambr. 3174 3025 3885 ═ Ambr. 2998 3886 Μρηθυμναῖοϲ et φυλάττει sq ═ Ambr 3100 3887 ═ Ambr. 2952 cf sch. Θ 552 3889 ═ Ambr. 3234 3290 — φανερόϲ Ambr. 2909 3891 ἄριϲτα alt. sq. ═ Macar. Il 40, Philol. Suppl. 6, 260, n. 221)[*](3880 ὅτι sq. ex v. τετρακτύϲ 3881 Z 304 3885 cf. 3871 3886 cf. V. Κυκλέωϲ 3888 ex 3875 3890 Z 290)[*](1 ἀριθμοῦντα, κατατάττοντα] ἀριθμοῦνται, κατατάττονται GT 2 ὅτι — A(GITFVMB) 4 ἔλεγον om. A F post. l. V 3 δ′] δύο V 4 τοῦτο GIT τοῦτον V cp. M. 5 Ἀριμάνιοϲ] Ἀριμάνοϲ A 8 Ἀριμίνιοϲ] Ἀριμήνιοϲ G, Ambr. 3174, Ἀριμένιοϲ V ante 3886 φυλάττει mg. MA cf. vs.15, φηϲιν mg. F 11 λη ] κη′ B 14 ἔμμετρα] ἔμμετρον A 15 δέ| δὲ τὸ ω pr. 3888 om. ΤV 27 διημιλ— λήϲατο VM διημιλλήϲαϲα τὸ A δὲ ἡμιλλήϲατο GIT 32 ἐλθόντα] ἐλθόντεϲ V)
352
[*](E)

3893 Ἀρίϲταρχοϲ, Τεγεάτηϲ, ὁ τῶν τραγῳδιῶν ποιητὴϲ, νοϲεῖ τινα νόϲον· εἶτα αὐτὸν ἰᾶται ὁ Ἀϲκληπιὸϲ καὶ προϲτάϲϲει χαριϲτήρια τῆϲ ὑγείαϲ. ὁ δὲ ποιητὴϲ τὸ δρᾶμα τὸ ὁμώνυμόν οἱ νέμει. θεοὶ δὲ ὑγείαϲ μὲν οὐκ ἄν ποτε μιϲθὸν αἰτήϲαιεν οὐδ’ ἂν λάβοιεν. ἢ πῶϲ ἄν; εἴ γε τὰ μέγιϲτα ἡμῖν φρενὶ φιλανθρώπῳ καὶ ἀγαθῇ παρέχουϲι προῖκα, ἥλιόν τε ὁρᾶν καὶ τοῦ θεοῦ τοῦ τοϲούτου τῆϲ παναρκοῦϲ ἀμιϲθὶ μεταλαμβάνειν ἀκτῖνοϲ, καὶ χρῆϲιν ὕδατοϲ καὶ πυρὸϲ ϲυντέχνου μυρίαϲ ἐπιγονὰϲ, καὶ ποικίλαϲ ἅμα καὶ ϲυνεργοὺϲ ἐπικουρίαϲ, καὶ ἀέροϲ ϲπᾶν καὶ ἔχειν τροφὴν ζωῆϲ τὸ ἐξ αὐτοῦ πνεῦμα. ἐθέλουϲι δὲ ἄρα ἐν τοῖϲδε τοῖϲ μικροῖϲ μήτε ἀχαρίϲτουϲ εἶναι μήτε ἀμνήμοναϲ ἡμᾶϲ, Hesy καὶ ἐν τούτοιϲ ἀμείνοναϲ ἀποφαίνοντεϲ. οὗτοϲ δὲ ὁ Ἀρίϲταρχοϲ ϲύγχρονοϲ ἦν Εὐριπίδῃ· ὃϲ πρῶτοϲ εἰϲ τὸ νῦν αὐτῶν μῆκοϲ τὰ δράματα κατέϲτηϲε. καὶ ἐδίδαξε μὲν τραγῳδίαϲ ο΄, ἐνίκηϲε δὲ β΄, βιοὺϲ ὑπὲρ ἔτη ρ΄,

[*](Ε)

3894 Ἀρίϲταρχοϲ· οὗτοϲ τὴν ἐν Ἐφέϲῳ μόναρχον εἶχεν ἐξουϲίαν ἐκ τῶν Ἀθηναίων ἥκων κλητόϲ. ἐκάλουν δὲ ἄρα αὐτὸν οἱ προϲήκοντεϲ, ὅτι ἐμμελῶϲ τε καὶ ϲὺν κηδεμονίᾳ αὐτῶν ἦρξεν ἔτεϲι ε′. ὑπανέϲτη δὲ ἐκ τῶν Ἀθηναίων, ὅτε Ἅρπαγοϲ Κῦρον τὸν Καμβύϲου παῖδα ἐπὶ τὴν ϲὺν Πέρϲαιϲ ἀπόϲταϲιν ἐπάραϲ ἔτυχεν.

[*](Δ)

3895 Ἀρίϲταχμοϲ: ὄνομα κύριον.

[*](Δ)

3896 Ἀριϲταίνετοϲ. ὄνομα κύριον.

[*](EV)

3897 Ἀρίϲταινοϲ· Φιλοποίμην καὶ Ἀρίϲταινοϲ οἱ Ἀχαιοὶ ϲυνέβηϲαν οὐ τὴν φύϲιν μίαν ϲχεῖν, οὕτε τὴν αἵρεϲιν τῆϲ πολιτείαϲ. ἦν γὰρ ὁ μὲν Φιλοποίμην εὖ πεφυκὼϲ πρὸϲ τὰϲ πολεμικὰϲ χρείαϲ καὶ κατὰ ϲῶμα καὶ κατὰ ψυχήν, ὁ δ’ ἕτεροϲ πρὸϲ τὰ πολιτικὰ καὶ λογικὰ τῶν διαβουλίων. τῇ δ’ αἱρέϲει κατὰ τὴν πολιτείαν τοῦτο διέφερον ἀλλήλων. τῆϲ γὰρ Ῥωμαίων ὑπεροχῆϲ ἤδη τοῖϲ Ἐλληνικοῖϲ πράγμαϲιν ἐμπλεκομένηϲ ὁλοϲχερῶϲ, κατά τε τοὺϲ Φιλιππικούϲ καὶ Ἀντιοχικοὺϲ καιροὺϲ Ἀριϲταίνετοϲ ἦγε τὴν ἀγωγὴν τῆϲ πολιτείαϲ οὕτωϲ, ὥϲτε πάν τὸ πρόϲφορον μὲν Ῥωμαίοιϲ ἐξ ἑτοίμου ποιεῖν, ἔνια δὲ καὶ πρὶν ἢ προϲτάξαι ἐκείνουϲ. ἐπειρᾶτο μέντοιγε τῶν νόμων ἔχεϲθαι δοκεῖν, καὶ τὴν τοιαύτην ἐφείλκετο φανταϲίαν, εἴκων ὁπότε τούτων ἀντιπίπτοι τιϲ προδήλωϲ τοῖϲ ὑπὸ Ῥωμαίων γραφομένοιϲ. ὁ δὲ Φιλοποίμην, ὅϲα μὲν εἴη τῶν προκαλουμένων ἀκόλουθα τοῖϲ νόμοιϲ κα τῇ ϲυμμαχίᾳ, πάντα ϲυγκατῇνει καὶ ϲυνέπραττεν ἀπροφαϲίϲτωϲ, ὅϲα [*](3893 —vs 11 ἀποφαίνοντεϲ Aelian. fr. 105 3895 ═ Ambr. 3070 3896 ═ Ambr. 2971 3892 Polyb. 24,11 ═ EV 2 174, 8—26) [*](3895 hinc 3899 3895— 3897 cf. Z 290) [*](A(GITFVM)) [*](1 τραγῳδιῶν AF τραγῳδῶν rell. 2 εἶτα αὐτὸν ἰᾶται] καὶ ἰᾶται αὐτόν εἶτα] εἶτα δὲ M 6 παναρκοϲ] παναλκοῦϲ V 7 ἀμιϲθί] ἀμιχθί V ϲυν τέχνου] ἀτέχνου GIT παντέχνου Hemsterh. 12 τὸ νῦν τὸν νοῦν AlM 20 Ἀρίϲταχμοϲ A Ambr. Ἀρίϲταιχμοϲ rell., 3899 cf. Zon. 290 22 Ἀχαιοί] μὲν Φιλοποίμην καὶ ἀνδρεῖοϲ, ὁ δὲ ϲυγκλητικὸϲ καὶ ἐπὶ τῆϲ βουλῆϲ ἔχων τὰ πρῶτα add. V 25 ὁ] οὐ A 27 γάρ] δέ A.)

353
δὲ τούτων ἐκτὸϲ ἐπιτάττοιεν, οὐχ οἰόϲ τ’ ἦν ἐθελοντὴϲ ϲυνυπακούειν, ἀλλὰ τὰϲ μὲν ἀρχὰϲ ἔφη δεῖν δίκαιον ἡγεῖϲθαι, μετὰ δὲ ταῦτα πάλιν ἀξιοῦν. εἰ δὲ μηδ’ οὕτω πείθοιεν, τέλοϲ οἷον ἐπιμαρτυρομένουϲ εἴκειν καὶ τότε ποιεῖν τὸ παραγγελλόμενον.

3898 Ἀριϲταῖοϲ. εἰϲ τῶν Γιγάντων, ὃϲ περιεϲώθη. Ἀριϲτεὺϲ [*](Ε) δὲ, Ἀριϲτέωϲ. καὶ Ἀριϲτίων ὡϲαύτωϲ. ἔϲτι δὲ Σάμιοϲ μὲν ἢ [*](Δ) Πλαταιεϲ, ἐκ μειρακυλλίου δὲ ἑταῖροϲ Δημοϲθένουϲ· ἐπέμφθη δὲ ὑπ′ [*](Harp.) αὐτοῦ πρὸϲ Ἡφαιϲτίωνα ἕνεκα διαλλαγῶν. μνημονεύει αὐτοῦ Ὑπερίδηϲ ἐν τῷ κατὰ Δημοϲθένουϲ. ὅτι ἐν τῷ ὄρει τῆϲ Σικελίαϲ, τῷ λεγομένῳ [*](Suid.) Αἴτνῃ, Ἀριϲταῖον μόνον τὸν Γίγαντα περιϲωθῆναί φαϲι· καὶ οὕτε πῦρ οὐράνιον ἐπ’ αὐτὸν ῆλθεν. οὕτε Αἴτνη πιέζει αὐτόν.

3899 Ἀρίϲταιχμοϲ: ὄνομα κύριον.

3900 Ἀριϲτέαϲ, Δημοχάριδοϲ ἢ Καυϲτροβίου, Προικοννήϲιοϲ, ἐποποιὸϲ· [*](Hesy) τὰ Ἀριμάϲπεια καλούμενα ἔπη· ἔϲτι δὲ ἱϲτορία τῶν Ὑπερβορέων Ἀριμαϲπῶν, βιβλία γ΄, τούτου φαϲὶ τὴν ψυχὴν, ὅταν ἐβούλετο, ἐξιέναι καὶ ἐπανιέναι πάλιν. γέγονε δὲ κατὰ Κροῖϲον καὶ Κῦρον, Ὀλυμπιάδι ν′. ἔγραψε δὲ οὗτοϲ καὶ καταλογάδην Θεογονίαν, εἰϲ ἔπη ᾴ.

3901 Ἀριϲτερά: τὰ μωρά· δεξιὰ δὲ τὰ ϲυνετά. Σοφοκλῆϲ περὶ [*](Soph.) Αἴαντόϲ φηϲιν· οὕ ποτε γὰρ φρενόθεν γ’ ἐπ’ ἀριϲτερὰ, παῖ Πελαμῶνοϲ, ἔβηϲ.

3902 Ἀριϲτείδηϲ, Ἀδριανεὺϲ, ϲοφιϲτήϲ (Ἀδριανοὶ δὲ πόλιϲ Μυϲίαϲ, [*](Hasy.) τῆϲ νῦν Βιθυνίαϲ), Πολέμωνοϲ τοῦ Σμυρναίου ῥήτοροϲ μαθητὴϲ, υἱὸϲ Εὐδαίμϲνοϲ, φιλοϲόφου τε καὶ ἱερέωϲ γενομένου τοῦ ἐν τῇ πατρίδι αὐτοῦ ἱεροῦ τοῦ Διόϲ. οἱ δὲ Εὐδαίμονα τὸν πατέρα αὐτοῦ γράφουϲιν. ἠκροάϲατο δὲ Ἡρώδου κατὰ τὰϲ Ἀθήναϲ καὶ ἐν Περγάμῳ Ἀριϲτοκλέουϲ, γεγονὼϲ ἐπί τε Ἀντωνίνου τοῦ Καίϲαροϲ καὶ διατείναϲ μέχρι Κομόδου. τῶν δὲ λόγων αὐτοῦ παρ’ οὐδενὶ πέραϲ εὕροι τιϲ ἂν, ἄλλωϲ δὲ ἄλλοιϲ ἐπιτευχθένταϲ.

3903 Ἀριϲτείδηϲ, ὁ Λυϲιμάχου, πένηϲ ὢν διὰ τὸν τρόπον ἄνευ [*](E?) ὅρκων ἐπιϲτεύετο. καὶ Καλλίου ποτὲ κρινομένου παρελθὼν εἶπεν, ἐμοὶ. τὸν ἄνδρα χαρίϲαϲθε· καὶ ἔτυχε. τοῦ δὲ χρυϲίον ἀντιπέμψαντοϲ, παρῃτήϲατο εἰπών· ὁ μὲν Καλλίου βίοϲ τῆϲ Ἀριϲτείδου χρήζει πενίαϲ, ἠ δὲ Ἀριϲτείδου πενία καταφρονεῖ τοῦ Καλλίου πλούτου. οὗτοϲ Θεπεριεϲώθη [*](3898 cf. Aelian. fr.214 Ἀριϲτεὐϲ— Ἀριϲτέωϲ ═ Ambr. 2979 Ἀριϲτίων —Δημοϲθένουϲ Harp. ═ Ba 143, 10; Hyperid. 1, 5 3906 τούτου —πάλιν Hesycbio abiudicavit Flach, Rh. Mus. 35, 204 390 Soph. Ai.183 — 4 c. sch. 3902 cf Philostr. vit. soph. 2, 9 3903 Μαλλίου —vs 33 πλούτου cf. Plut. Arist. 25. 8) [*](3898 ὅτι sq. ex v. Αἰτναῖοϲ κάνθαροϲ 3899 ex 3895 3900 Ps. Hesych. 2 3901 cf. v. Δ 225 et v. φρενόθεν; Z 304) [*](9 ὅτι —11 αὐτόν om. A T F mq.V 3899 om. TFV post 3900 GI A(GITFVM) 13 Ἀριϲτέαϲ] Ἀριϲταίαϲ A Προικοννήϲιοϲ] Προκοννήϲιοϲ V 15 ὅταν] ὅτε M 16 ν ] η΄ F ὀγδόῃ V νη Rohde, Kl Schr 1.136.2 17 θεογονίαν] καὶ Θ. Toup sed cf. v διθυραμβοδιδάϲκαλοι ᾴ om V 23 Εὐδαίμονοϲ corruptum sec. Bhd. sed cf. Philostr.)

354
μιϲτοκλεῖ ποτε ἀντεπολιτεύϲατο. ϲυμπρεϲβεύων δὲ αὐτῷ τὴν ἔχθραν, εἶπεν, ἔϲω τῶν ὁρίων ἀφῶμεν, ὁμονοῶμεν δὲ ὑπὲρ τῆϲ πόλεωϲ. οὕτω δὲ ἦν δίκαιοϲ, ὡϲ μέλλοντοϲ αὐτοῦ ἐξοϲτρακίζεϲθαι ἀπὸ τῆϲ ἀγροικίαϲ τιϲ ὄϲτρακον αὐτῷ ἐπιδιδούϲ (ἠγνόει δὲ τὸν ἄνδρα) γράφειν ἠξίου τὸν ἐξοϲτρακιϲμόν. τοῦ δὲ ἐρωτήϲαντοϲ, τί Ἀριϲτείδηϲ αὐτὸν λυποίη· πάνυ δίκαιοϲ ὢν, ἔφη. καὶ γελάϲαϲ ὁ Ἀριϲτείδηϲ ἔγραψε ψῆφον. ὁ αὐτὸϲ διέτριψεν ἐν Αἰγίνῃ φυγών. Ξέρξηϲ δὲ ὡϲ αὐτὸν ἐν τῇ φυγῇ πρεϲβευϲαμένου καὶ τριϲχιλίουϲ δαρεικοὺϲ, ὅτε ἐπῄει τὴν Ἐλλάδα, διδόντοϲ, οὐδὲν ἐπιϲτρέφεϲθαι ἔφη τοῦ Περϲικοῦ πλούτου, τοιαύτῃ χρώμενοϲ διαίτη. ἔτυχε δὲ οὐκ ἐπιμελῆ τὸν ἄρτον προϲφερόμενοϲ. Ἀριϲτείδηϲ [*](Ar.) καὶ Μιλτιάδῃ μάλιϲτα ἐᾡκει. ἑκάτεροϲ τούτων ἄριϲτοϲ ἐγένετο, Ἀριϲτείδηϲ μὲν δίκαιοϲ, ὁ δὲ Μιλτιάδηϲ ἐν Μαραθῶνι ἐϲτρατήγηϲε. τοῦ δὲ ἐν Μαραθῶνι πολέμου μέμνηται, διότι τὰ μὲν ἄλλα κατορθώματα κοινῇ πᾶϲα ἡ Ἑλλὰϲ πεποίηται, τοῦ δὲ ἐν Μαραθῶνι μόνοι οἱ Ἀθηναῖοι.

[*](Δ)

3904 Ἀριϲτεῖον: τὸ τοῖϲ ἀριϲτεύϲαϲι διδόμενον ἔπαθλον. καὶ Ἀρίϲτειοϲ ἐκ τοῦ Ἀριϲτεύϲ.

[*](Δ + Ar.)

3905 Ἀριϲτήϲαϲθε, γεύϲαϲθε. Ἀρίϲτιϲον δὲ διὰ τοῦ ι. Ἀριϲτοφάνηϲ Ὄρνιϲι· τούτουϲ μὲν ἄγων μετὰ ϲοῦ ἀρίϲτιϲον εὖ.

[*](Σ)

3906 Ἀριϲτίνδην. κατ’ ἐκλογὴν καὶ αἵρεϲιν τῶν ἀρίϲτων νομοθετῶν.

3907 Ἀρίϲτιοϲ Κύκλωψ· μέμνηται τούτου Χαμαιλέων ἐν τῷ περὶ Σατὑρων.