Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

3928 Ἀριϲτόξενοϲ, Κυρηναῖοϲ· ὅϲτιϲ ὑπὸ τῆϲ ἀνυπερβλήτου τρυφῆϲ τὰϲ ἐν τῷ κήπῳ θρίδακαϲ οἰνομέλιτι ἑϲπέραϲ ἐπότιζε, καὶ χλωρούϲ πλακοῦνταϲ ἔλεγεν ἀναπέμπεϲθαι αὐτῷ.

3929 Ἀριϲτοτέληϲ, υἱὸϲ Νικομάχου καὶ Φαιϲτιάδοϲ· ὁ δὲ Νικόμαχο [*](Hesy.) ἰατρὸϲ ἦν τοῦ τῶν Ἀϲκληπιαδῶν γένουϲ, ἀπὸ Ννικομάχου τοῦ Μαχάονοϲ. ἐκ Σταγείρων, πόλεωϲ τῆϲ Θράκηϲ, φιλόϲοφοϲ, μαθητὴϲ Πλάτωνοϲ, τραυλὸϲ τὴν φωνήν. καὶ ἀδελφούϲ μὲν ἔϲχεν Ἀρίμνηϲτον καὶ Ἀριμνήϲτην, θυγατέρα δὲ ἀπὸ Πυθιάδοϲ, τῆϲ θυγατρὸϲ Ἑρμείου τοῦ εὐνούχου· ὃϲ καὶ θλαδίαϲ ὢν αὐτὴν ἔϲπειρε. γημαμένη δὲ τριϲὶν ἡ Ἀριϲτοτέλουϲ θυγάτηρ τεκνώϲαϲα προετελεύτηϲεν Ἀριϲτοτέλουϲ τοῦ πατρόϲ. ἔϲχε δὲ καὶ υἱὸν Νικόμαχον ἐξ Ἑρπυλλίδοϲ παλλακῆϲ, ἣν ἠγάγετο μετὰ Πυθιάδα παρ’ Ἑρμείου τοῦ εὐνούχου· ὅϲτιϲ ἦν ἄρχων Ἀταρνέωϲ, χώρα δὲ αὕτη Τρῳάδοϲ, Εὐβούλου δὲ τοῦ Βιθυνοῦ δοῦλοϲ γεγονὼϲ ἔλαβε· καὶ αὐτοῦ Ἑρμείου παιδικὰ γενομένου Ἀριϲτοτέλουϲ. ἦρξε δὲ ἔτη ιγ΄ τῆϲ Περιπατητικῆϲ κληθείϲηϲ φιλοϲοφίαϲ διὰ τὸ ἐν περιπάτῳ ἤτοι κήπῳ διδάξαι ἀναχωρήϲαντα τῆϲ Ἀκαδημίαϲ, ἐν ᾗ Πλάτων ἐδίδαξεν. ἐγεννήθη δὲ ἐν τῆ ??θ΄ Ὀλυμπιάδι καὶ ἀπέθανεν ἀκόνιτον πιὼν ἐν Χαλκίδι, διότι ἐκαλεῖτο πρὸϲ εὐθύναϲ, ἐπειδὴ ἔγραψε παιᾶνα εἰϲ Ἑρμείαν τὸν εὐνοῦχον· οἱ δέ φαϲι νόϲῳ αὐτὸν τελευτῆϲαι βιώϲαντα ἔτη ο΄.

[*](3926 l. ═ Ambr. 3269 3927 cf. Steph. Byz. v. Τάραϲ 3928 Ath. 1,7c 3929 ═ vita Menagiana Arist. Westermann Biogr. 401,1 —19 cf. Laert. 5, 1, 4, 9—10 Dionys. Hal. ad Amm. 5)[*](3926 Z 298 3929 cf v. Ἑρμίαϲ)[*](15 παιδείαϲ] καὶ π. FM ἀριθμοῦ] ἀριθμόν Daub Rh. M.35.67 ἀριθμοῦνται A(GITFVM) Pearson 24 Ἑρμείου ITV, vita, Ἑρμίου AM, s. v., Ἑρμαίου G 25 ἔϲπειρε] ἔγπειρε A M 27 –30 corrupta ἠγάγετο om. vita, del. Kust. 28 Ἑρμείου] Ἑρμίου A 30 Ἑρμείου] Ἑρμίου AIM παιδικά] παιδικοῦ A cp. M 44 Ἑρμείαν] Ἑρμίαν AGTMec)
358
[*](EV)

393Ο Ἀριϲτοτέληϲ· Τίμαιόϲ φηϲι κατὰ Ἀριϲτοτέλουϲ εἶναι αὐτὸν εὐχερῆ, θραϲὺν, προπετῆ· ἀλλ’ οὐ ϲοφιϲτὴν ὀψιμαθῆ, μιϲητὸν ὑπάρχοντα, καὶ τὸ πολυτίμητον ἰατρεῖον ἀποκεκλεικότα, καὶ πρὸϲ πᾶϲαν αὐλὴν καὶ ϲκηνὴν ἐμπεπηδηκότα. πρὸϲ δὲ γαϲτρίμαργον, ὀψαρτυτὴν, ἐπὶ ϲτόμα φερόμενον ἐν πᾶϲι. δοκεῖ δή μοι τὰ τοιαῦτα μόλιϲ ἄνθρωποϲ ἀγύρτηϲ καὶ προπετὴϲ ἐπὶ δικαϲτηρίου ῥιψολογῶν ἀνεκτὸϲ φανῆναι. ὅτι Ἀριϲτοτέληϲ τῆϲ φύϲεωϲ γραμματεὺϲ ἦν, τὸν κάλαμον ἀποβρέχων εἰϲ νοῦν· ὅν οὐδὲν ἴϲωϲ ἐχρῆν τῶν χρηϲίμων, εἰ καὶ τεχνικώτερόν ἐϲτι καὶ περιττότερον ἐξειργαϲμένον, παραιτεῖϲθαι. καὶ Ἀριϲτοτέλειοϲ λόγοϲ.

[*](Δ)

3931 Ἀριϲτοτόκεια. ἡ ἀρίϲτουϲ γεννῶϲα.

[*](Hesy)

3932 Ἀριϲτοφάνηϲ, Ῥόδιοϲ ἤτοι Λίνδιοϲ, οἱ δὲ Αἰγύπτιον ἔφαϲαν. οἱ δὲ Καμειρέα· θέϲει δὲ Ἀθηναῖοϲ· ἐπολιτογραφήθη γὰρ παρ’ αὐτοῖϲ· κωμικὸϲ, υἱὸϲ Φιλίππου, γεγονὼϲ ἐν τοῖϲ ἀγῶϲι κατὰ τὴν ριδ΄ Ὀλυμπιάδα, εὑρετὴϲ τοῦ τετραμέτρου καὶ ὀκταμέτρου· παῖδαϲ ϲχὼν Ἀραρότα, Φίλιππον, Φιλέταιρον, κωμικούϲ. τινὲϲ δὲ αὐτὸν καὶ ἀπόδουλον ἱϲτορήκαϲι. δράματα δὲ αὐτοῦ μδ′. ἅπερ δὲ πεπράχαμεν Ἀριϲτοφάνουϲ δράματα ταῦτα· Ἀχαρνεῖϲ, Βάτραχοι, Εἰρήνη, Ἐκκληϲιάζουϲαι, Θεϲμοφοριάζουϲαι, Ἱππεῖϲ, Λυϲιϲτράτη, Νεφέλαι, Ὄρνιθεϲ, Πλοῦτοϲ, Σφῆκεϲ.

[*](Hesy.)

3933 Ἀριϲτοφάνηϲ, Βυζάντιοϲ, γραμματικόϲ, υἱὸϲ Ἀπελλοῦ ἡγουμένου ϲτρατιωτῶν, μαθητὴϲ Καλλιμάχου καὶ Ζηνοδότου· ἀλλὰ τοῦ μὲν νέοϲ, τοῦ δὲ παῖϲ ἤκουϲε· πρὸϲ δὲ τούτοιϲ καὶ Διονυϲίου τοῦ Ἰάμβου καὶ Εὐφρονίδα τοῦ Κορινθίου ἢ Σικυωνίου. γέγονε δὲ κατὰ τὴν ρμδ’ Ὀλυμπιάδα.

[*](Soph.)

3934 Ἀριϲτόχειρ: ὁ γενναῖοϲ περὶ τὰ ἀριϲτεῖα. καὶ ἀριϲτόχειρ ἀγών.

[*](Ε)

3935 Ἀρίϲτων, ὁ Πλάτωνοϲ πατήρ. τῶν τε Πλάτωνοϲ τοῦ Ἀρίϲτωνοϲ ἀναπέπληϲται δογμάτων. καὶ οὕτε ὁ Τίμαιοϲ αὐτὸν ἀποδράϲειεν ἄν, εἰ καὶ ϲφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται καὶ τὰϲ τῆϲ φύϲεωϲ ἀνιχνεύει κινήϲειϲ· οὕτε ὁ Φαίδων, οὕτε ὁ Γοργίαϲ· οὐμενοῦν οὐδὲ ἄλλοϲ τιϲ τῶν γλαφυρῶν καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖοϲ ὁ Παρμενίδηϲ.

[*](3930 φανῆναι Polyb. 12, 8, 2 —5 ═ EV 2, 126, 28 —127, 10 Ἀριϲτοτέλειοϲ cf. Ambr. 3301 3931 l. ═ Ambr. 3256 3932 cf. Herm. 14, 463, Fragm. com. ed. Kaibel 8, 41 sqq. (Westermann Biogr 152 sqq.); παῖδαϲ —κωμικούϲ cf. sch. Pl. Ap. 19c 3934 Soph. Ai. 935 — 6 c. sch. 3931 vs. 28 τῶν s Agath. 2, 28. p. 126)[*](3931 Z 298 3933 hinc v. ὀκτάμετρον et v. τετραλογία 3934 Z 290 3935 cf. v Χοϲρόηϲ)[*](A(GITVM))[*](2 μιϲητόν] καὶ μ. Exc. Kust. 5 τά] τὸ τά A 8 ὅν om. M 14 ριδ’ corruptum esse vid. Kust. 15 παῖδαϲ] παῖδαι A 16 ἀπόδουλον] ἀπὸ δούλων Nauck Mel. gr -r. 2, 743 17 μδ’ AV νδ’ GIM, fr. com ed. Kaibel p. 8. νζ΄ 19 Λυϲιϲτράτη Kust. Λυϲίϲτρατοϲ omnes 22 Ζηνοδότου] Ζηνο δόχου V 23 ἤκουϲε] ἤκουε V 25 cf. ad p. 359, 2 30 γραμμικῇ AV, v. Χοϲρόηϲ, γραμματικῇ GITM cf. Agath.)
359

3936 Ἀριϲτώνυμοϲ, κωμικόϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτιν Ἥλιοϲ [*](Hesy.?) ῥιγῶν, ὡϲ Ἀθήναιοϲ ἐν Δειπνοϲοφιϲταῖϲ. βαϲιλεύοντοϲ Πτολεμαίου [*](Hesy.) τοῦ Φιλαδέλφου, καὶ τοῦ μετ᾿ αὐτὸν τοῦ Φιλοπάτοροϲ· καὶ προέϲτη τῆϲ τοῦ βαϲιλέωϲ βιβλιοθήκηϲ μετὰ Ἀπολλώνιον, ἔτοϲ ἄγων ξβ′. διαϲκευαϲθεὶϲ δὲ ὡϲ βουλευόμενοϲ πρὸϲ Εὐμενῆ φυγεῖν, ἐφυλάχθη ἐν εἱρκτῇ χρόνον τινά. ἠφείθη δὲ καὶ ὑπὸ ϲτραγγουρίαϲ τελευτᾷ, ἔτη βεβιωκὼϲ οζ΄ . ϲυγγράμματα δὲ αὐτοῦ πάνυ πολλά.

3937 Ἀρίϲτρατοϲ: ὄνομα κύριον.

[*](Δ)

3938 Ἀρίϲτυλοϲ· αἰϲχροποιὸϲ ἦν. Ἀριϲτοφάνηϲ· τοῦτ᾿ ἤδη δεινὸν [*](Ar.) ἀκοῦϲαι, εἴ ϲε φιλήϲειεν Ἀρίϲτυλοϲ, φάϲκων αὐτοῦ πατέῤ εἶναι. καὶ Ἀρίϲτυλοϲ κεχηνώϲ. Ἀριϲτοφάνηϲ· ϲὺ δ᾿ Ἀρίϲτυλοϲ ὑποχάϲκων ἐρεῖϲ, ἕπεϲθε μητρὶ χοῖροι. οὗτοϲ αἰϲχρὸϲ ποιητὴϲ, ὃϲ διὰ τὴν αἰϲχρουργίαν αὐτοῦ ἀεὶ ἐκεχήνει.

3939 Ἀρίϲτοιχοϲ: ὄνομα κύριον.

[*](Δ)

3940 Ἀριφράδηϲ· οὗτοϲ λοιδορεῖται ἀεὶ γυναιξὶ ϲυνών. κιθαρῳδὸϲ [*](Ar.) δὲ ἦν. Ἀριϲτοφάνηϲ· Ἀριφράδηϲ ἐϲτὶ μὲν πονηρόϲ. ἀλλὰ τοῦτο μὲν καὶ βούλεται· ἔϲτι δ᾿ οὐ μόνον πονηρόϲ, οὐ γὰρ οὐδ᾿ ἂν ἠϲθόμην, οὐδὲ παμπόνηροϲ, ἀλλὰ καὶ προϲεξεύρηκέ τι. τὴν γὰρ αὐτοῦ γλῶτταν αἰϲχραῖϲ ᾖδον. τουτέϲτι τὸ αἰδοῖον τοῦ ἀνθρώπου καὶ τὸ ϲπέρμα. Ἀριφράδηϲ δὲ, Πολύμνηϲτοϲ καὶ Οἰώνιχοϲ ἀρρητοποιοί. καὶ Πολυμνήϲτεια καὶ αὐτὴ κωμῳδεῖται ἐπ᾿ αἰϲχρότητι. εἴ τιϲ οὖν τοιοῦτον ἄνδρα μὴ ϲφόδρα φυλάττεται, μή ποτ᾿ ἐκ τοῦ αὐτοῦ μεθ᾿ ἡμῶν πίεται ποτηρίου. καὶ αὖθιϲ· Ἀρίφραδεϲ, παῦϲαι ληρῶν.

3941 Ἀρίφρων: ὁ κακῶϲ φρονῶν.

[*](Δ)

3942 Ἀρρίχουϲ: θηλυκῶϲ, τὰϲ ἀρρίχουϲ, ἡ ἀρρίχη. ἐξηγοῦνται δέ [*](Ar.) τινεϲ κόφινον. ἡγητέον οὖν ἐκ μὲν τοῦ αὐτοῦ γένουϲ εἶναι, διάφορον δέ τι. λέγουϲι δὲ καὶ νῦν ἔτι ϲωράκων τι εἶδοϲ ἀρρίχουϲ. ὅτι αἱ [*](Suid.) ἀρρίχαι εἶδοϲ κοφίνων, οὓϲ εἰὠθαϲι διὰ ϲχοινίων ἀνιμᾶν.

3943 Ἄρθμια: φίλια. Ἡρόδοτοϲ· Ἀθηναίων μὴ ἐόντων ἡμῖν [*](Hdt.) ἀρθμίων, τῷ δὲ βαρβάρῳ ϲυμμάχων. καὶ Ἀρθμήϲαντει, φίλοι [*](Ε) γενόμενοι.

[*](3936 Ἥλιοϲ sq. Ath. 7, 284 f. 287 d 3937 ═ Ambr. 3060 3938 — εἶναι Ar. Eccl. 646 — 7 c. sch. vs.11 Ἀρίϲτυλοϲ pr. sq. Ar. Pl. 314 —5 c. sch. 3939 ═ Ambr. 3071 3946 — ἦν sch. Ar Eccl. 129; vs. 16 Ἀριφράδηϲ —ποτηρίου Ar. Eq. 1281 — 4 1288 — 9 c. sch.; Ἀρίφραδεϲ sq. Ar. Eccl. 129 3941 cf. Ambr. 2891 3942 — ἀρρίχουϲ sch. Ar. Av. 1309 cf. Ba 146. 6, Bk 208, 25 3943 — φίλια gl. Hdt 6, 83 Ἀθηναίων —ϲυμμάχων Hdt. 9, 9. 2 ἀρθμήταντεϲ sq. ═ Ambr. 3338)[*](3940 cf. v. Πολύμνηϲτοϲ 3941 Z 290 3942 ὅτι αἱ sq. ex 2313 3242 Z 304, 308)[*](2 βαϲιλεὑοντοϲ— 7 πολλά ad 3933 recte rett. Meineke, Quaest. scen. 2, 41 A(GITFVM) 3 Φιλαδέλφου] φιλοϲόφου M; vitium latet 5 βουλευόμενοϲ AV βουλόμενοϲ GIM 10 ϲε] γε VM 12 αἰϲχρὸϲ ποιητὴϲ] αἰϲχροποιόϲ Bas. sed cf. sch. 14 Ἀρίϲτοιχοϲ] Ἀρίϲτυχοϲ Ambr., et ordo poscit 19 αἰϲχροῖϲ] αἰϲχροῖϲ V 3941 om. V 24 κακῶϲ] καλῶϲ Kust. cf. Ambr. 27 ὅτι — 2 ἀνιμᾶν ex lmgT 30 ἀρθμίων] ἀριθμίων Aac V)
360
[*](Δ)

3944 Ἀρθρέμβολα: ὀνόματα βαϲανιϲτηρίων· παρὰ τὸ ἐξαρθροῦν τὸν ἐμβαλλόμενον.

[*](Anth.)

3945 Ἀρθροπέδαν· ἀρθροπέδαν ϲτῆμόν τε καὶ ὠλεϲίβωλον ἀρούρηϲ ϲφῦραν.

[*](Σ)

3946 Ἀρκάδαϲ μιμούμενοι. ἐπὶ τῶν ἑτέροιϲ πονούντων. οἱ γὰρ Ἀρκάδεϲ μαχιμώτατοι Ἐλλήνων γενόμενοι ἰδίᾳ μὲν οὐδένα ἐνίκηϲαν, ἑτέροιϲ δὲ ϲυμμαχοῦντεϲ πολλούϲ. ταύτῃ δὲ τῇ παροιμίᾳ κέχρηται Πλάτων ἐν Πειϲάνδρῳ. διὰ γὰρ τὸ τὰϲ κωμῳδίαϲ αὐτὸϲ ποιῶν [*](Δ) ἄλλοιϲ παρέχειν διὰ πενίαν, Ἀρκάδαϲ μιμεῖϲθαι ἔφη. Ἀρκὰϲοὖν. Ἀρκάδοϲ, Ἀρκάδι.

[*](Δ)

3947 Ἀρκαδία. χώρα. καὶ ὄνομα κύριον. ὅτι Ἀρκαδίαϲ τῆϲ δευτέραϲ γυναικὸϲ Ζήνωνοϲ ϲτήλη ἐϲτὶν ἐν Ἀρκαδιαναῖϲ, ἐν τοῖϲ πληϲίον μέρεϲι τῶν βάθρων τῶν λεγομένων Τόπων ἐν τῷ τοῦ Ἀρχιϲτρατήγου· ἔνθα Ζήνων ἔκρινε τοὺϲ μετὰ Βαϲιλίϲκου καὶ ϲέκρετον τὸν τόπον ἐποίηϲε. τῆϲ δὲ ἑτέραϲ αὐτοῦ γυναικὸϲ πρώτηϲ Ἀριάδνηϲ κοὶ [*](Prov.) αὐτοῦ Ζήνωνοϲ ἐν τῇ βαϲιλικῇ πύλῃ. καὶ παροιμία· Ἀρκαδίην με αἰτεῖϲ, μέγα με αἰτεῖϲ, οὕ τοι δώὠϲω· ἐπὶ τῶν τὰ μεγάλα καὶ μὴ ϲυμφέροντα αἰτούντων.